no image
DDbDP-text
[… ? lines lost …]
[…]…[…]…[…]
φέρουσιν ἐδήλωσας. περὶ δὲ τοῦ βοίδιου
ἐὰν μὲν καλὸν γεγονός, θῦσον αὐτό. ἕως
στέλλῃ τὸν μάγειρον καὶ παντάπασιν ἐὰν
ἐπιζητῇς, ἔχεις παρὰ σοὶ ἐν ἑτοίμωι καὶ
μὴ χάριτά μοι ἀναθῇς ἐν τούτωι. ἔπεμψάς μοι διὰ Μιύσιος ναυτικοῦ δύο πίθους
καὶ στάμνους δύο … ὀβολοῦ καὶ ἄλλον δύο
ὀβολῶν καὶ μικρὰν βαύκαλιν Τεχωσοῦτι
καὶ βακτηρίαν Ἥρωνι πατρί. ἐδήλωσάς μοι
ὅτι ἐνεκλείσθη εἰς ταμεῖον Ἀτιανοῦ ἐπὶ
τρεῖς ἡμέρας. τίνος ἕνεκα; ἀφεῖλον γὰρ ναυτικοί.
Εὐτύχης μοι ἐλθών, ἔδωκα αὐτῶι ἀντὶ δραχμῶν κβ
δραχμὰς κδ. εὐχαρίστησον αὐτῷ Εὐτύχητι καὶ Πτολεμαίωι ὅτι διὰ παντὸς ὑμᾶς φυλάσσω
ἐν ταῖς οὐσιακαῖς. ὑμεῖς δὲ οὕτως με πεφυλάκατε μηδὲ ἓν ἀφεῖλον τὸ ἀγγεῖον
τοῦ ἐλαίου ὃν ἔπεμψά σοι κοτύλας ιβ ἥμισυ …δ… δραχμαὶ η,
ἄρτι δὲ ἐξ ὀβολῶν ε κοτύλας ι […]… ὅ ἐστιν δραχμαὶ η ὀβολοὶ β.
πέμψεις δέ μοι μικκὰ ταρίχια. περὶ δὲ
τῆς μικρᾶς σὺ …σθήσῃ εἰ καὶ παρ’ ἡμῖν
πρὸς τὴν σὴν ἀρέσκειαν ἐποίουν. ᾧ δὲ
βούλῃ μόνον δεξιὰν δὸς αὐτῷ μηδὲ ἓν
δὲ παρ’ αὐτοῦ λάβῃς μέχρι οὗ δηλώσεις μοι
τίνι δεξίαν ἔδωκας. ἐὰν ἐξέρχηται ἄππα
Δημήτριος, δώσεις αὐτῶι τὸν δεσμὸν τῶν
σεβενίων […]…ε…ου Θὼτ λ.
ἄσπασαι τὰ παιδία καὶ τοὺς ἐν οἴκωι πάντας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.