no image
DDbDP-text
Brief des Eudaimon an Apollos via HGV-meta
Letter from Eudaimon to Apollos about dykes, bricks and a tunic. A private letter from Eudaimon to Apollos, whom he calls lord and brother, about instructing the mine or quarry guards concerning dykes, moving and sealing bricks, having a tunic woven for Chryseros, and a key. It dates to the 2nd century AD and probably comes from Soknopaiou Nesos in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 26648.
Each record below describes this same artifact or text from a different angle.
[r]
Εὐδαίμων Ἀπολλῶτι τῷ κυρίῳ μου
ἀδελφῶι χαίρειν.
φθάνω σοι γράψας καὶ διετέλεσα περὶ
τῶν τοῦ μετάλλου φυλάκων περὶ
τῶν χωμάτων ἵνα αὐτὰ ἀσφαλίσῃ
καὶ περιττὸν μὲν ποιῶ γράφων. αὐτάρκης γὰρ εἶ ἀπὸ σεαυτοῦ. περὶ τῆς
πλίνθου γράφω σοι ἵνα εἰ συμφέρει
μετενεχθῆναι αὐτὴν μετενέγκῃς
καὶ σφραγίσῃς. μελέτω δέ σοι καὶ γράφειν μοι διʼ ὧν ἐὰν εὕρῃς. Χρυσερῶτα ποίησον χιτωνάριον ὑφανθῆναι
…[…]ακολουθ[…]…[…]…καρχη…
νηστοου ἐπιστρατήγου[…]
προσδοκῶμεν. ἐὰν οὖν βούλῃ[…]
τι πράξωμεν ἐπιστέλλῃς. ἀσπάζομαι
τὴν μητέρα καὶ τοὺς ἐν οἴκῳ. τὸ δὲ
κλειδίον ἐνετειλάμην ε…[…]
Χαιρήμονι εἰς τὴν μέσην …[…]
ἐξελθόντων αὐτῶν ἀνα[…]
τα ἔνδον γῇ εἰ οὖν ἐγένετο[…]
ἀλλὰ μὴ ἀμελήσῃς τοῦτο ποιῆσαι
ἐρρῶσθαί σε εὔχομαι
ἀδελφέ μου
[v]
[…]ἀπόδος Ἀπολλῶτι παρὰ ΕὐδαίμωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.