no image
DDbDP-text
Darlehensvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 15841.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου αὐγούστου Αὐτοκράτορος καὶ Φλαυίου Ῥούφου τοῦ λαμπροτάτου Θὼθ ε πρώτης ἰνδικτίονος.
Αὐρήλιος Ἀχιλλεύως Ἀφοῦτος μητρὸς Ἀσηνέθης ἀπὸ ἐποικίου Φωτίνω
τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Ἀχιλλεῖ τῷ καθοσιωμένῳ στρατιώτῃ
ἀπὸ τῆς Ἑρμουπολιτῶν, κυρίου ὄντος καὶ βεβαίου τοῦ προτέρου μου ὑποθήκης γράμματος
τοῦ ὄντος παρά σοι τοῦ καὶ τὴν ἰδίαν ἰσχὺν καὶ δύναμιν ἔχοντος ἄχρι ἐπιλύσεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἀχιλλεὺς διὰ ταύτης
μου τῆς ἐγγράφου ἀσφαλείας ἑκὼν καὶ πεπεισμένος δίχα δόλου καὶ φόβου
καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ
τοῦ εἰρημένου Ἀχιλλέως στρατιώτου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν
διὰ χειρὸς ἐξ οἴκου σου κεφαλαίου χρυσοῦ νομισμάτια δεσποτικὰ δόκιμα
ἀριθμῷ ἓξ παρὰ κεράτια δεκαπέντε ζυγῷ Ἑρμοῦ πόλεως γίνεται χρυσοῦ νομισμάτια ϛ παρὰ κεράτια ιε
ἅπερ ἀποδώσω σοι ὁπόταν βουληθείης χωρίς τινος ὑπερθέσεως
καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης καὶ πάσης νομίμου παραγραφῆς
καὶ εὑρεσιλογίας καὶ ἀφορμῆς τὸ σύνολον ἐφʼ ᾧτέ με εἰσφέρειν ὑπὲρ
λόγου ἐπικερδίας ἑκάστου νομίσματος κατὰ μῆνα χρυσοῦ τέταρτον
κερατίου, λογιζομένου τοῦ χρόνου τῆς παραμυθίας ἀπὸ τῆς σήμερον
ἡμέρας, ἥτις ἐστὶν Θὼθ πέμπτη τῆς παροῦσης πρώτης ἰνδικτίονος
ἄχρι ἀποδόσεως τῶν αὐτῶν χρυσοῦ νομισματίων ἓξ παρὰ κεράτια δεκαπέντε ἀνυπερθέτως, ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμμάτιον πάντων
τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων μοι πραγμάτων ἄχρι ἀποδόσεως γενικῶς καὶ
ἰδικῶς καθάπερ ἐκ δίκης. τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀχιλλεύως ἀπὸ ἐποικίου
Φωτίνω ὁ προκείμενος ἔσχον τὰ τοῦ χρυσοῦ νομισμάτια ἓξ παρὰ κεράτια δεκαπέντε ὡς πρόκειται. Αὐρήλιος Λιλοῦς ……ου ἀπὸ Ἑρμουπολείτου
ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ τὰ γράμματα μὴ εἰδότος
Αὐρήλιος Κολλοῦθος Φοιβάμμωνος ἀπὸ Ἑρμουπολείτου μαρτυρῶ
τῷ γραμματίῳ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων ἕξ .
Αὐρήλιος Φοιβάμμων Αὐρηλίου ἀπὸ Ἑρμουπολείτου μαρτυρῶ
τῷ γραμματίῳ καὶ τῇδόσει τοῦ χρυσίου τῶν νομισματίων
ἕξ . Αὐρήλιος Ἰωάννης Φοιβάμμωνος ἀπὸ Ἑρμουπολείτου μαρτυρῶ τῷ γραμματείῳ καὶ τῇ δόσει
τοῦ χρυσίου τῶν νομισματίων ἕξ .
διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφη[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.