no image
DDbDP-text
Sklavenkauf via HGV-meta
Linked by Trismegistos ID
TM 30117.
Each record below describes this same artifact or text from a different angle.
ἀκολούθως οἷς ἐπέδωκεν αὐτῷ ὁ ὠνούμενος τῆς ἀνακρίσεως βιβλιδίοις ὧν τὸ ἐφʼ ὑπογραφῇ τοῦ στρατηγοῦ μοναχὸν ἔσχεν Γάιος Οὐαλέριος Εὔαρχος διὰ τοῦ Αὐρηλίου Παυσείριος ὃς αὐτὸν παρείληφεν παρὰ τῶν περὶ Ἄρειον τὸν δοῦλον Καλλίστρατον τοῦτον τοιοῦτον ἀναπόρι φον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τὰς δὲ συμπεφω νημένας ὑπὲρ τιμῆς τοῦ αὐτοῦ δούλου Καλλιστράτου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς χιλίας κοσίας αὐτόθι ἀπέσχον οἱ περὶ Ἄρειον παρὰ Αὐρηλίου Παυσείριος οὔσας τοῦ Γαίου Οὐαλερίου Εὐάρχου. πωλοῦσι καὶ βεβαιοῦσι οἱ περὶ τὸν Ἄρειον τὸν αὐτὸν δοῦλον Καλλίστρατον πάσῃ βεβαιώσει ἐν ἀγυίᾳ τῇ αὐτῇ. πε ρὶ δὲ ταῦτα ὀρθῶς καλῶς γεγενέσθαι ἐπερωτήσαν τες ἀλλήλους ὡμολόγησανὁμολόγησαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.