no image
DDbDP-text
Eine oxyrhynchitische Enthaftungsbürgschaft aus dem 7. Jh. via HGV-meta
Linked by Trismegistos ID
TM 700730.
Each record below describes this same artifact or text from a different angle.
vestiges αὐτὸν ἐπιζητούμενον πρὸς ἐμὲ παρ’ ὑμῶν ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παροίσω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς καὶ λόγου, ἔνθα αὐτὸν καὶ παρέλαβον, ἐν τῇ δημοσίᾳ φυλακῇ τῆς αὐτῆς πόλεως. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα. ἐπερωτηθεὶς ὡμολόγησα. ἐγὼ Δοὺξ ναύτης υἱὸς Ὀννωφρίου ὁ προγεγραμμένος στοιχεῖ μοι ἡ παροῦσα ἐγγύη ὡς πρόκειται. Στέφανος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di’ emu Stefanu eteli othh sign ἐγγύη Δουκὸς ναύτου υἱοῦ Ὀννωφρίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως ἀναδεχομένου υἱὸν ίου ἀπὸ τῆς αὐτῆς πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.