Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.135
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτουεὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, Φαμενὼθ κε, ἰνδικτίονος ιβ. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσ πορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Παμούθιος μολυβουργός, υἱὸς Γεωργίου μητρὸς Ἀννιανῆς, ὁρμώμενος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ, ἐπομνύμενοςἐπωμνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον, ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇτῆς ὑμῶν ὑπερφυείᾳυπερφυειας διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἀβραάμιον υἱὸν Ἑρμίνου μητρὸς Ἡραίδος, ὁρμώμενον ἀπὸ κτήματος μεγάλης Ταρουθίνου διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφον αὐτῆς γεωργόν, ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτοῦ κτήματι μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ γαμετῆς καὶ κτηνῶν καὶ πάσης τῆς αὐτοῦ ἀποσκευῆς ἀποκρινόμενον εἰς ἅπαντα τὰ ὁρῶντα τὸ αὐτοῦ πρόσωπον ἤτοι τὴν τοῦ ἐναπογράφου τύχην, καὶ μηδαμῶς αὐτὸν καταλεῖψαι τὸτω αὐτὸαυτω κτῆμα μήτε μὴν μεθίστασθαιμεθειστασθαι εἰς ἕτερονετερων τόποντοπων, ἀλλὰ καὶ ἐπιζητούμενονεπιζητουμενων αὐτὸναυτων πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τοῦτον παραφέρω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ τοῦ αὐτοῦ ἐνδόξου οἴκου. ἢ εἰ μὴ τοῦτοτοῦτου ποιήσωποιηω, ὁμολογῶ καταβαλεῖν ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως καὶ μὴ γινομένης παρʼ ἐμοῦ παραδόσεωςπαραδωσεως χρυσοῦ νομίσματα ὀκτὼ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. di emu Anastasiu eteliothh. ἐγγύη Παμουθίου μολυβουργοῦ υἱοῦ Γεωργίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως ἀναδεχομένου Ἀβραάμιον υἱὸν Ἑρμίνου ἀπὸ κτήματος Ταρουθίνου.Cross-references (3)
- TM-Text 20774 primary
- DDbDP-Text p.oxy;1;135 tier-1
- HGV-Text 20774 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.