Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.27.2478

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαβίου Μαυρικίου Νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιδ ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιγ Ἁθὺρ λ ἰνδικτίονος ιδ. Φλαβίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Ζαχαρίας οἰκονόμος τῆς ἐκκλησίας τῆς ἁγίας ἀναστάσεως υἱὸς τοῦ τῆς περιβλέπτου μνήμης Ἀναστασίου ὁρμώμενος ἀπὸ ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοςἐπωμνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐνγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Παμβήχιον υἱὸν Παύλου μητρὸς Θέκλης ὁρμώμενονὁρμωμενος ἀπὸ ἐποικίου Ἀθλίτου κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφον αὐτῆς πωμαρίτην ἐφʼ ᾧ αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αυτων γεουχικῷ πωμαρίῳ καὶ πᾶσαν φιλοκαλίανφιλοκαλείαν καὶ καλλιέργειαν ἐπʼ αὐτὸ ἐνδείξασθαι ἀμέμπτως καὶ ἀόκνως καὶ ἀκαταγνώστως καὶ εὐγνωμονεῖν τὸν ὑπὲρ αὐτοῦ φόρον κατʼ ἔτος καὶ τὰς διδομένας παρʼ αὐτοῦ ἐξ ἔθους γεουχικὰς ὑπηρεσίας πάσας καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παροίσω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου ἢ εἰ μὴ τοῦτο ποιήσω ὁμολογῶ οἴκοθεν ὑπὲρ αὐτοῦ πληρῶσαι τὰ ἐκφόρια τοῦ αὐτοῦ γεουχικοῦ πωμαρίου κινδύνῳ ἐμῷ καὶ τῆς πάσης μου ὑποστάσεως. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ζαχαρίας υἱὸς τοῦ μακαρίου Ἀναστασίου ὁ προγεγραμμένος. στοιχεῖ μοι αὕτη ἡ ἐγγύη ὡς πρόκειται. ἐγγύη Ζαχαρίου τοῦ ἀπὸ Ὀξυρυγχιτῶν πόλεως ἀναδεχομένου Π ἀπὸ ἐποικίου Ἀθλίτου κτήματος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.