Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.125
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους λδ, τοῖς τὸ ιθ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου ΒασιλείουΒασιλίου τοῦ λαμπροτάτου, Χοίακ ιζ, ἰνδικτίονος θ. τῷ αἰδεσίμῳ ΚύρῳΚύρῳκυρίῳ ἐπιμελητῇ τοῦ δημοσίου λογιστηρίου ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως, υἱῷ τοῦ μακαρίου Ἀβρααμίου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως , Αὐρήλιος Παμβῆχις υἱὸς τοῦ μακαρίου Μηνᾶ μητρὸς Μαξίμας, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ἐπειδήπερ παρακλήσεις προσήγαγον τῇ ὑμετέρᾳ αἰδεσιμότητι ὥστε αὐτὴν ἀναδέξασθαί με παρὰ τῷ λαμπροτάτῳ Ἀπφουᾷ βοηθῷ τῆς κώμης Σέφθα, ἐφʼ ᾧ τε αὐτὸν δέξασθαί με διάδοχον αὐτοῦ εἰς ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ τοῦ παρόντος μηνὸς Χοίακ τοῦ ἐνεστῶτος ἔτουςom. σλζ σϛ τῆς παρούσης ἐνάτης ἰνδικτίονος, καὶ κατὰ τὴν ἐμὴν αἴτησιν ἡ ὑμετέρα αἰδεσιμότης τοῦτο πεποίηκεν, εἰκότως συνεπεζήτησεν ἡ ὑμετέρα αἰδεσιμότης παρʼ ἐμοῦ ἔγγραφον παρακλητικὴν ὁμολογίαν κομίσασθαι περὶ τούτου, κατὰ τοῦτο ἀναγκαίως ἐπὶ ταύτην ἐλήλυθα τὴν παροῦσαν παρακλητικὴν ὁμολογίαν, διʼ ἧς ὁμολογῶ μὴ συγχωρῆσαι τὴν σὴν αἰδεσιμότητα ὑπομεῖναι βλάβην ἢ ζημίαν ἢ ὄχλησιν ἢ σκυλμὸν ὑπὲρ ἐμοῦ τούτου ἕνεκεν, εἴτε ἐν δικαστηρίῳ εἴτε καὶ ἐκτὸς δικαστηρίου, ἀλλʼ ἀνενόχλητον αὐτὴν ποιῆσαι καὶ ἄσκυλτον καὶ ἀζήμιον καὶ ἀβλαβῆἀβλαβες· εἰ δέ, ὅπερ ἀπείη, συμβῇ τὴν ὑμετέραν αἰδεσιμότητααιδεσιμοτητι ὑπομεῖναι βλάβην ἢ ὄχλησιν ἢ σκυλμὸν, ἢ συγχωρήσω αὐτὴν ὑπομνησθῆναι παρʼ οἱουδήποτε προσώπου ὑπὲρ ἐμοῦ, ἐπὶ τῷ αὐτὴννυτην ἄδειαν ἔχειν ἐπιβῆναι κατὰ τῶν πάντων διαφερόντων καὶ πραγμάτων καὶ πάντων αὐτοκινήτωναὐτακινήτων ἄχρις ἂν αὐτὴν τὸ ἱκανὸν περιποιῆσαι. καὶ ἐπὶ τούτοις πᾶσι ἐπωμοσάμην τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, ἐν μηδενὶ τρόπῳ παραβαίνειν, ὑποθέμενος εἰς τὸ δίκαιον ταύτης τῆς παρακλητικῆς ὁμολογίας ἅπαντά μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς παρακλητικὴ ὁμολογία γεναμένη παρὰ Παμβήχιος υἱοῦ Μηνᾶ εἰς κύριον τὸν αἰδέσιμονCross-references (3)
- TM-Text 20769 primary
- DDbDP-Text p.oxy;1;125 tier-1
- HGV-Text 20769 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.