Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.flor.3.323
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὑπατείας Φλαουίου Φιλοξένου τοῦ ἐνδοξοτάτουἐπιεικεστάτου Φαρμοῦθι εἴκοσι τρίτης ἰνδικτίονος ου μητρὸς Εὐδοξίας χωρὶς κυρίου ἀνδρὸς χρηματίζουσα ὁρμωμένη ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ ουλίῳ τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ τῇ σῇ θαυμασιότητι τὰ ἑξῆς ὑποτεταγμένα. ης Μαρίας ἐν ἀμπελῶνι ἄρουραν μίαν καὶ σπορίμης γῆς ἄρουραν μίαν ἥμισυ διαπέπρακα Γεωργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ θαυμασιωτάτου μωρου ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν καὶ ἀξίαν τούτων τιμὴν καταβέβληκεν εἰς ἐμὲ ἀκολούθως τῇ δυνάμει τῆς γενομένης εἰς ἀσφάλειανἀ ἐμοῦ ἐγγράφου δεήσεις καὶ παρακλήσεις προσενήνοχά σοι ἀναδέξασθαί με ἐν τῇ γεγενημένῃ παρʼ ἐμοῦ εἰς ὄνομα τῆς προγεγραμμένης Γεωργίας πράσει ὑπὲρ τῆς αὐτῆς ἀρούρης ἐν ἀμπελῶνι καὶ ἀρούρης μιᾶς ἡμίσεως σπορίμης γῆς· καὶ εἴξασα ἡ σὴ θαυμασιότης ταῖς ἐμαῖς παρακλήσεσι, τοῦτο μὲν κατεδέξατο ποιεῖν, προσῄτησεν δὲ παρʼ ἐμοῦ περὶ τούτου κομίσασθαι ἔγγραφον ἀσφάλειαν. διά τοι τοῦτο ἑκουσίᾳ γνώμῃ ἄνευ δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς εἰς ταύτην ἐλήλυθα πρὸς σὲ ἐνυπόγραφον καὶ παρακλητικὴν ὁμολογίαν, διʼ ἧς ὁμολογῶ, ἐπομνυμένη θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἑτοίμως ἔχειν αὐτῷ κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς παντοίας ὑποστάσεως κινητῆς τε καὶ ἀκινήτου καὶ αὐτοκινητου ταησωμ καὶ κληρονόμοι καὶ διάδοχοι καὶ διακάτοχοι τὸ ἀνεπίβλητόν σοί τε καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις μν καὶ τὸ ἀνεπηρέαστον καὶ τὸ ἀβλαβὲς καὶ τὸ ἀνυπόμνηστον περὶ τούτου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἐπελευσόμενον ἅπαντα χρόνον καὶ μὴ ἐᾶν τὴν σὴν θαυμασιότητα οἱανδήποτε ζημίαν ὑπομεῖναι, εἴτε ἐν δικαστηρίῳ εἴτε καὶ ἐκτὸς δικαστηρίου ὑπὲρ ἐμοῦ περὶ τούτου. καὶ ὁμολογῶ ἀποσοβεῖν σε ἐν οἱῳδήποτε καιρῷ ἢ χρόνῳ ἢ τρόπῳ ν πάντα απ ἐπελευσόμενον ἢ ἀντιποιηθησόμενόν σοι ἕνεκεν περὶ τούτου καὶ καθαρὸν καὶ ἀθόρυβον περὶ τὸν προσελαύνοντα χρόνον παραφυλάξαι σοι ὑποκειμένων τῇ σῇ ἀρετῇ εἰς ταύτην τὴν παρακλητικὴν ὁμολογίαν πάντων τῶν ἐμοὶ ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων ὅσων ἔχω καὶ ὧν ἂν τα καὶ ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. τὸ γράμμα ταύτης τῆς παρακλητικῆς ὁμολογίας κύριον καὶ πρὸς πάντα τὰ προγεγραμμένα ἐπερωτηθεῖσα παρʼ αὐτοῦ ταῦθʼ οὕτως ἔχειν ποιεῖν φυλάττειν ὡμολόγησα. παρακλητικὴν ὁμολογίαν ὑποθεμένη καθὼς πρόκειται. Ἴσακος Κύρου ἔγραψα ὑπὲρ αὐτῆς γράμματαγραμα μὴ εἰδυίης. ος Πέτρος μαρτυρῶ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῆς θεμένης. Φλαύιος Ἰωσὴφ Ἀκωρίου διάκονος α μαρτυρῷ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῆς θεμένης. μαρτυρῶ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῆς θεμένης διʼ ἐμοῦ Εὐλογίου ἐγράφη. κύριε βοήθειδιʼ ἐμοῦ vestigesCross-references (3)
- TM-Text 19365 primary
- DDbDP-Text p.flor;3;323 tier-1
- HGV-Text 19365 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.