Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.138

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ, θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους α ἰνδικτίονος ιδ, ἔτους σπζ σνϛ. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, ἐγὼ Ἰωάννης σὺν θεῷ πακτάριος τοῦ ὀξέως δρόμου τοῦ ἐνδόξου ὑμῶν οἴκου καὶ τοῦ βαδιστικοῦ στάβλου τοῦ αὐτοῦ ἐνδόξου ὑμῶν οἴκου, υἱὸς τοῦ μακαρίου Θεοδώρου, ὁρμώμενος ἐκ τῆς Ὀξυρυγχιτῶν πόλεως, ὁμολογῶ τὰ ὑπογεγραμμένα. βουλόμενος ἀντέχεσθαι καὶ τῆς χρείας τοῦ βαδιστικοῦ στάβλου τοῦ ἐνδόξου ὑμῶν οἴκου μετὰ τὸν ὑπʼ ἐμὲ ὀξὺν δρόμοντοῦ ὑπʼ ἐμὲ ὀξέως δρόμουτὸν ὑπʼ ἐμὲ ὀξὺν δρόμον ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς παρούσης τεσσαρεσκαιδεκάτηςτεσσαρασκαιδεκάτης ἰνδικτίονος μέχρι πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως, ἐκίνησαἐκείνησα λόγον πρὸς τὴν ὑμετέραν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντων καὶ τοῦτο τὸ βαδιστικὸν στάβλον καταθαρρηθῆναίκαταθαρηθῆναί μοι παρὰ τῆς ὑμετέρας ὑπερφυείας· καὶ δὴ κατεπίστευσάν μοι οἱ προσήκοντες τῇ ὑμετέρᾳ ὑπερφυείᾳ αὐτὸ τὸ βαδιστικὸν στάβλον ἐπὶ τὸν προγεγραμμένον ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς παρούσης τεσσαρεσκαιδεκάτηςτεσσαρασκαιδεκάτης ἰνδικτίονος. ὁμολογῶ ὑπεισελθεῖν τοῦτο καὶ εἰς τὰς ἀνακυπτούσας πάσας γεουχικὰς χρείας, καὶ στρῶσαι τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ λαμπροτάτοις χαρτουλαρίοις καὶ παισὶν ἀπερχομένοις εἰς οἱανδήποτε γεουχικὴν χρείαν, καὶ μὴ συγχωρῆσαι μέμψιν τινὰ γενέσθαι κατʼ ἐμοῦ, ἀνενδοιάστως κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως, καὶ δέξασθαί με παρʼ αὐτῆς λόγῳ πάκτου τῆς αὐτῆς χρείας τοῦ αὐτοῦ ἐνιαυτοῦ χρυσίου λίτραν μίαν ζυγῷ Ἀλεξανδρείας· ὁμολογῶν, ὡς εἴρηται, πᾶσανπαναν χρείαν τοῦ εἰρημένου στάβλου ποιεῖν, καὶ χορηγῆσαι ἄλογα εἰς τὰς γεουχικὰς χρείας κινδύνῳ ἐμῷ, ὡς εἴρηται, καὶ τῆς ἐμῆς ὑποστάσεως, καὶ στρῶσαι τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ λαμπροτάτοις χαρτουλαρίοις καὶ παισὶν ἀπερχομένοις, ὡς προείρηται, εἰς γεουχικὰς χρείας. καὶ ἐπὶ τούτοις πᾶσιν ἐπωμοσάμηνἐπωμουσάμην πρὸς τοῦ θεοῦ τοῦ παντοκράτορος, καὶ νίκης καὶ σωτηρίας καὶ διαμονῆς τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαουίου Ἡρακλείου καὶ Αἰλίας Φλαβίας τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, ἐν μηδενὶ παραβῆναι τρόπῳ, καὶ ὑπεθέμην εἰς τὸ δίκαιον ταύτης τῆς ὁμολογίας πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ὁμολογία δισσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννης. Ἰωάννης πακτάριος τοῦ ὀξέως δρόμουδρώμου τοῦ ἐνδόξου οἴκου τῆς ὑμῶνἡμῶν ὑπερφυείαςὑπερφεοίας καὶ τοῦ βαδιστικοῦβαδεστικοῦ ὁ προγεγραμμένοςπρωγεγραμμένος, πεποίημαιπεποίημοι καὶ τὴν παροῦσαν ὁμολογίανὁμωλογίαν τοῦ βαδιστικοῦβαδεστικοῦ στάβλου ἐπὶ τὸν ἕνα ἐνιαυτὸν ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς παρούσης τεσσαρεσκαιδεκάτηςτεσσαρασκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ πάκτῳ τῆς μιᾶς λίτραςλείτρας τοῦ χρυσίου Ἀλεξανδρίας, ὡς πρόκειται. Φοιβάμμων μίσθιος αὐτοῦ, υἱὸς τοῦ μακαρίου Παπνουθίου, ἔγραψα ὑπὲρ αὐτοῦ κατʼ ἐπιτροπὴνἐπιτρωπὴν αὐτοῦ, προτάξαντόςπρωτέξαντός μου τὸτω ἴδιον ὄνομαὄνωμα. διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφου ἐτελειώθη. di emu PapnutiuPapnuthiu eteliothe. ιδ ἰνδικτίωνοςἰνδικτίονος ιδ, ἔτους σπζ σνϛ. ωμ πακταρίου τοῦ ὀξέως δρόμου καὶ τοῦ βαδιστικοῦ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.