Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.19.2239

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Μαυρικίου Νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιζ ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιϛ Φαῶφι ιγ ἰνδικτίονος δευτέρας. Φλαουίῳ Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ τέκνῳ καὶ κληρονόμῳ τῆς ἐν ἐνδόξῳ τῇ μνήμῃ Εὐφημίας γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Ἰουλίου τοῦ περιβλέτου κόμετος καὶ διοικητοῦ αὐτοῦ Ἱερημίας γέρων ἐπικείμενος τῆς ὑμῶν ἐνδοξότητος υἱὸς τοῦ θαυμασιωτάτου Φοιβάμμωνος ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν ὑμῶν ἐνδοξότητα διὰ τῶν αὐτῇ διαφερόντων ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἥτις ἐστὶν Φαῶφι τρεισκαιδεκάτητρισκαιδεκάτη τῆς παρούσης δευτέρας ἰνδικτίονος ἐπὶ τῷ με χώραν ἐπικειμένου παρὰ ὑμῖν ἀποπληρῶσαι ἐν πάσῃ τῇ προστασίᾳ τῆς ὑμῶν ἐνδοξότητος καὶ πᾶσαν φιλοκαλίανφιλοκαλείαν καὶ καλλιεργίαν ἐν τοῖς ὑμετέροις ἀγροικικοῖς πράγμασιν ἐνδείξασθαι εἴς τε τὰ υν νεόφυτα καὶ εἰς τὰ μεγάλα γεουχικά, χωρὶς καὶ ὁμολογῶ παρασκευάσαι τοὺς πάντας γεωργοὺς τῆς ὑμετέρας ἐνδοξότητος ἐν ἑκάστῳ τόπῳτούτῳ καὶ ἐν ἑκάστῳ κτήματι τῆς αὐτῆς οὐσίας σπεῖραι τὰς γεουχικὰς μηχανὰς καὶ φυτεῦσαι ἀκανθέας καὶ ἑτοίμως ἔχειν πᾶσαν σπουδὴν συνεισενεγκεῖν εἰς βελτίονα ὄψιν τὰ ὑμέτερα γεουχικὰ ἀγροικικὰ πράγματα ἐντεθῆναι καὶ δέξασθαί με παρὰ τῆς ὑμῶν ἐνδοότητος λόγῳ μισθοῦ τοῦ ἐνιαυτοῦ σίτου καγκέλλῳ ἀρτάβας τριάκοντα ἓξ καὶ χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια εἴκοσι ἑπτὰ ἰδιωτικῷ ζυγῷ καὶ οἴνου κνίδια ὀγδοήκοντα καὶ κριθῆς ἀρτάβας εἴκοσι τεσσάρας καὶ πάσας τὰς συνηθείας ἃς εἴωθεν λαβεῖν ὁ αὐτὸς ἐπικείμενος κατὰ τὸ ἔθος παρὰ τῶν γεωργῶν εἴτε ἐν σίτῳ καὶ ἐν οἴνῳ καὶ ἐν ἄλλοις εἴδεσιν. ὁμολογῶ δὲ δεδωκέναι τῇ ὑμῶν ἐνδοξότητι λόγῳ εἰσβατικοῦ χρυσοῦ νομίσματα τριάκοντα πληραῖα ζυγῷ Ἀλεξανδρείας ὑποθέμενος εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα εἰδικῶςἰδικῶς καὶ γενικῶςκενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.