no image
DDbDP-text
Ἀνδρόμαχος Ἀρχήβει χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους δ Τῦβι κζ. Λεωνίδηι. τοῦ παρὰ Πτολεμαίου τοῦ διαδεχομένου τὰ κατὰ τὴν διοίκησιν χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν ἐμβαλοῦ συνεπιστέλλοντος Ἀρχήβιος τοῦ βασιλικοῦ γραμματέως εἰς τὴν διασαφουμένην ἀναπε πέμφθαι ἐκ τῆς πόλεως ὑπὸ Διονυσίου καὶ Ἡρωίδου τῶν πρὸς τῆι ναυλώσει καὶ διατετάχθαι εἰς τὸν Μεμφίτην κατʼ ἀ πόστολον ἐπʼ ἀνάληψιν πυροῦ ἀπὸ τῶν γενημάτων τοῦ γ ἔτους σκάφην Ἀγαθοκλείους ἀγωγῆς Βφ, πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρωι δοχικῶι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι πρότερον ἐπιβιβασθέντων φυλακιτῶν κεκλη ρουχημένων τῶν μάλιστα πίστιν ἐχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γηίνοιςγεΐνοις ὠμοῖς ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῆι σιτηρᾶι τῆς ἐξαιρέσεως τοὺς καθήκοντας χρηματισμοὺς ληφθείσης καὶ τοῦ ναυκλήρου χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ ἀποκαταστήσειν εἰς τὴν πόλιν τὸν γόμον ἀκακοποίητον οὐ στραγευσάμενον ἐν τῶι πόρωι, μετὰ τῆς Παγκράτου καὶ Δημητρίου τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης ἀρτάβας πυροῦ Βφ. γίνονται πυροῦ ἀρτάβαι Βφ καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτὸν ὡς καθήκει. Πτολεμαῖος Ἀνδρομάχωι στρατηγῶι χαίρειν καὶ ἐρρῶσθαι. εἰς τὴν ἐκ τῆς πόλεως ἀναπεπεμμένην ὑπὸ Διονυσίου καὶ Ἡρώιδου τῶν πρὸς τῆι ναυλώσει καὶ εἰς τὸντὸμ Μεμφίτην διατεταγμένην ἐπʼ ἀνά ληψιν πυροῦ σκάφην Ἀγαθοκλέους ἐμβαλοῦ ἀπὸ τῶν γενημάτων τοῦ γ ἔτους τὰς τῆς ἀγωγῆς πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρωι τῶι πρὸς τὸ χαλκοῦν ἀρτάβας Βφδ γίνονται ἀρτάβαι Βφ. ἵνα δὲ συντόμως ἐξαρτισθῆι καὶ φυλακῖται ἔχοντες κατεσφραγισμένακατεσφραγισμενον τὰ δείγματα ἐν γηίνοιςγεΐνοις ἀγγείοις ἐπιβιβασθῶσιν πλεύ σοντες εἰς τὴν πόλιν καὶ παρὰ τῶν φυλάκων ἀνακομιοῦντας τοὺς ἀντα ποστόλους, προνόησον ὡς μη παρέργως καὶ σύμβολον καὶ ἀντισύμβολον γενέσθωι πρὸς τὸν ναύκληρον, ὡς καθήκει. σεαυτοῦσαυτοῦ τε ἐπιμελοῦ, ἵνʼ ὑγιαίνῃςὑγιαινω. ἔρρωσο ἔτους δ ΤῦβιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.