no image
DDbDP-text
Πλῆνι ἐλαιουργῷ. πᾶν ποίησον
ἧκε πρὸς ἐμὲ ἐπεὶ ὁ υἱός μου
ἔλεγεν ὅτι χρείαν ἔχεις ἀχύρου
ἵνα σοι ἐν Μεμνονείοις περιποιήσω ἀγώγια δύο καὶ μὴ
ξένῳ ἀνδρὶ δώσω. ἐὰν μὴ
δόξῃ σοι ἐλθεῖν ἐπὶ τὴν παράλημψιν δήλωσόν μοι
ὅπως ἑτέρῳ δῶ.
παρὰ Σενπλήνιος νεωτέρας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.