no image
DDbDP-text
Ἀντωνῖνος Κλήμεντι
τῷ πατρὶ χαίρειν. γινώσκειν σε θέλω ὅτι ἔπεσα ἀπὸ
τοῦ ἵππου μου καὶ ἐρράπισμαι
τὴν πλευράν. διὸ ἐρωτῶ σε,
ἄδελφε, …ρ… αὐτὴν
ἐγγύς μου ὡς κομψῶς σχῶ.
ἐρωτῶ σε, πάτερ, μὴ ὀργίσθῃς
μοι ὅτι οὐκ ἔπεμψα σοι αὐτήν·
ἠρώτησεν αὐτὴν Οὔλτις ἵνα
μείνῃ ἐγγύς μου τὰς δύο ἡμέρας
ὡς κομψῶς σχῶ, αὐτὴ δὲ πολλὰ
ἔκραζε λέγουσα ὅτι ὑπάγω πρὸς
τὰ παιδία μου. μετὰ τῶν ἐρχομένων ὀναρίων πέμψω σοι αὐτήν.
ἀσπάζου τὰ παιδία. ἔπεμψά σοι
τεμάχια β διὰ Πάκοιβις
ἐχθές. ἀσπάζεταί σε
Νίγερ. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.