no image
DDbDP-text
[side convex]
Μάξιμος
Παπιρίῳ τῷ
ἀδελφῷ πλεῖστα
χαίρειν καὶ διὰ παντὸς
ὐγιαίνειν μετὰ τοῦ ἀβασκάντου σου ἵππου.
ἐκομισάμην παρὰ
Δυσακίνθου δέσμην
ἀσπαράγου καὶ δέσμην
γλήχωνος καὶ ὀβολοὺς ζ.
οὐ καλῶς ἐποίησας μεμψάμενος αὐτούς , εὑρήσεις στατῆρος λάχανα ἔφαγον
παρά σου. ἐκομισάμην παρὰ Διδᾶ ἡμιμάτιον ἁλὸς καὶ δέσμην συρμαδίων. οἶδες γράφω σοι πλεονάκις περὶ τοῦ
ἀγγείου τοῦ ἐλαίου.
[side concave]
οἶδες ὅτι ἔχω ἐλάδιν. ἄρτι ἂν δὲ
χρῄζω γράψω σοι ἵνα μοι πέμψῃς τὸ ἀγγεῖον τοῦ ἐλαίου. πέμψον
κενὸν ἐπειδὴ ἀλλότριον ἐστὶν
καὶ ἀπαιτοῦμαι αὐτό. πέμψω σοι
τὸ ἡμιαρτάβιον τῶν ἄρτων.
πέμψεις μοι τὸ ἡμιαρτάβιον
τοῦ σίτου· ἐπώλησα τὸν σῖτον τὸν
εἶχονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.