no image
DDbDP-text
Πρίσκος Μαξίμῳ τῷ
ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς
ὑγιαίνειν· ἔπεμψά σοι διὰ
Βίθαν ἱππέα δραχμὰς κ· τὰ λεπτὰ
ξυλαρίων τὰ ἐπάνω τοῦ
κοντουβερνίου, ἀφίωκα
αὐτὰ ὡς ἦν· ἐκομισάμην
τὸ ἥμισυ τοῦ ἡμιματίου
φοινικίων· γράψον μοι τὴν
ἀντιφώνησιν τί καὶ τί
εὕρηκας εἰς τὸ κοντουβέρνιον· ἄσπασαι Ἀπολινάριον
καὶ Φρόντωνα· ἄσπασαι Μάξιμον·
μᾶλλον ταχύτερον ἐλθεῖν
πρὸς ἐμὲ ἵνα ἴδω σε διὰ
χρόνου· κόμισαι δέσμην
σερίδων καὶ ἐχθές διὰ Σφύριδος
δύο δέσμας λαχανίων
ἔπεμψά σοι.
ἐρρῶσθαί σε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.