o.claud.4.873
Ἰσίδωρος Ἑρμαισκᾷ τῷ τιμιωτάτῳ χαίρειν. οἱ ἐργοδόται προσῆλθαν ἐπιζητοῦντες οὐάρας εἰς τὴν χρείαν τοῦ κίονος. κατὰ τὸ ἀναγκαῖον γράφω σοι, ἄδελφε, ὅπως χρήσῃ παρὰ Ἱερωνύμου καὶ σὺν σοὶ ἐνέγκῃς ἄχρι οὗ ἡ χρεία ἀπαρτισθῇ. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε.