p.mil.vogl.1.24
[1] Παύλωι τῶι κυρίωι καὶ ἀδελφῶι πλεῖστα χαίρειν πρὸ πάντων εὔχομαί σε ἐρρῶσθαι καὶ εὐτυχεῖν ὅπερ ἐμοὶ διʼ εὐχῆς ἐστιν τό σεν ἐρρῶσθαι ὡς ἐμὸν σεμνὸν κύριον καὶ ἀδελφόν. γράφεις μοι λέγων· ἐὰν δυνηθῇς ἀνάπλευσον· νὴ τὴν σήν μοι σωτηρίαν καὶ τὴν τοῦ τεκνίου μου καὶ ὀρθοποδίαν, ἧς…