no image
DDbDP-text
Lettera di X a Paolo via HGV-meta
Linked by Trismegistos ID
TM 12344.
Each record below describes this same artifact or text from a different angle.
[1]
Παύλωι τῶι κυρίωι καὶ ἀδελφῶι
πλεῖστα χαίρειν
πρὸ πάντων εὔχομαί σε ἐρρῶσθαι καὶ εὐτυχεῖν ὅπερ ἐμοὶ διʼ εὐχῆς ἐστιν τό σεν
ἐρρῶσθαι ὡς ἐμὸν σεμνὸν κύριον καὶ ἀδελφόν. γράφεις μοι λέγων· ἐὰν δυνηθῇς
ἀνάπλευσον· νὴ τὴν σήν μοι σωτηρίαν καὶ
τὴν τοῦ τεκνίου μου καὶ ὀρθοποδίαν, ἧς
πέπεισμαί σε κήδεσθαι οὐκ ἔλασσόν μου,
ἤθελον μηθὲν πράσσειν ἄλλο εἰ μὴ τὴν
ὄψιν σου πρὸς τὰ ἐδάφη σου προσκυνεῖν,
ἀλλʼ οὐ δεδύνημαι οὐδὲ δύναμαι· νῦν
γὰρ πάλι καὶ ὑπὸ Ἀπολλωτᾶ ἐχειμάσθην·
ὅταν γὰρ πτερώσωσιν παρʼ ἐμοί, ἐμοῦ
ταλαιπωροῦντος εἰς τὸ πέλαγος, καὶ πλουτήσωσιν, τότε καὶ ἐπιλαθόμενοι οἷοι ἦσαν
παρʼ ἐμοὶ τότε καὶ νῦν οἷοί εἰσιν, ἐπεμβαίνουσί μοι μᾶλλον, ὡς καὶ ὁ ἰσχαρὸς ἱέραξ
τότε ἐποίησεν πάλιν σὺν αὐτῷ. ὡς νῦν
οὖν Δημήτριος γενόμενος παρʼ ἐμὲ ἐξ αὐτοψίας ἐθεάσατό με κλαίοντα πλείστοις
δάκρυσιν. τί οὖν ἐστιν; ἐγὼ πεπεισμένος
μου τῇ διανοίᾳ μηθὲν κακῷ ἢ πονηρῷ
συνειδώς, δοκῶ μηδὲν παθεῖν· ὃ ἐὰν
οὖν ἐφίδω πῶς μου τὰ πραγμάτια χωρεῖ πάλιν σοι δηλώσω, κύριε· οἶδα γὰρ ὅτι
τοῦτο ἔχεις ὡς ὑπὲρ σεαυτοῦ. οὐκ ἄρτι σε
δεῖ με ἐπιγινώσκειν. ὁ Δημήτριος οὖν ἀρτίως μοι μετέδωκεν ἐξέρχεσθαι
ἑαυτὸν καὶ ἐμεμψάμην αὐτὸν ὅτι μοι τοσαύταις ἡμέραις οὐκ ὦπται καὶ ἔφη περισπᾶσθαι περὶ ἀργυρωματίων σὺν Κέρτῳ. εὔχομαί
σε ἰσχύειν. περὶ Πτολλαρίωνος ἡ μήτηρ
μέμφεται. οὐκ ἐμοὶ λαλεῖ, ἀλλὰ καὶ φεύγει
με ἐὰν ἴδῃ, ἀλλὰ τοῖς ἐμοῖς ἀπομέμφεται αὐτόν. ἐγὼ ἐπιτιμῶ Πτολλαρίωνι· λέγει μοι
[2]
λοιδορεῖσθαι ὑπʼ αὐτῆς
τὰ πλεῖστα ἀδίκως καὶ
ὑβριστικῶς. ἔφην ὅτι·
ἐγὼ γέρων ἤδη … ἐτῶν
εἰμι καὶ ὡς παιδίῳ νηπίῳ οὕτως λαλεῖ καὶ λοιδορεῖ· ἐὰν δὲ αὐτῆς ἀνάσχῃ,
οὐκ ἔστιν σου μήτηρ τῷ
τρόπῳ ἡ καὶ μάμμη; οὐκ ἰσχύω εἰς ὄψιν ἀκοῦσαι διελεγχομένων αὐτῶν,
ἵνʼ ἐπιγνῶ τὸν ἀδικοῦντα. οἶδα μὲν ὀξυτάτην
αὐτὴν καὶ ὀλιγόψυχον
οὖσαν, οὗτος δὲ οὐ φέρει
τυχὸν αὐτῆς τὸ ὀξύ. ἐγὼ
μὲν οὖν ἐὰν εἰσέλθω εἰς τὸν
τριακοντάκλινον θεωρῶ αὐτὸν ὁσάκις
ἂν εἰσέλθω. ὁ δὲ
Πάτρων ἀβασκάντως ἐφιλοπόνει· λίαν ὀξύτατος ἐξέβη.
ἔρρωσο, κύριε, σὺν τῇ
κυρίᾳ μου συνβίῳ σου Πολίττῃ καὶ ἀσπάζου αὐτὴν πολλά. ἀσπάζεταί σε ἡ σύμβιός
μου Χαιρημονὶς καὶ Πόλλιττα ἡ καὶ Σαραπιὰς ὁμοίως
ἀσπάζεται ἀμφοτέρους.
ἔτους β Τραιανοῦ Ἁδριανοῦ
σεβαστοῦ Χοίακ ια
[v]
ΠαύλωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.