no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28249.
Each record below describes this same artifact or text from a different angle.
[r]
Δεῖος Πτολεμαίῳ τῷ τιμιωτάτῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε
ὑγιαίνειν μετὰ τῶν σῶν πάντων.
τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ
κυρίῳ Σαράπιδι. παρακληθείς,
κύριέ μου ἄδελφε, λαβὼν
τὰ γράμματα Σερήνου τοῦ νομικοῦ πρὸς Σερῆνον γενέσθαι, ἵνα
ἀπολάβῃς τὴν τιμὴν τοῦ βάρδου πρόδικον ὃς ἠγόρασται
δηναρίων ξε ἀπὸ δραχμῶν το καὶ αὐτὸς πέπεισται τῆ τιμῇ, ἧς ἔμελλον αὐτὸ πωλεῖν, καὶ Τιβέρις πέπεισται ὑπὸ Σερήνου,
ὅτι ἐμοῦ ἐστιν ὁ βάρδος, καὶ ἔμαθεν περὶ τῆς ἐπιστολῆς
τῆς γραφείσης ὑπὸ Σερήνου. τὸν
ἀδελφόν μου σὺν σοὶ δέξαι
καὶ λαβὼν τὴν τιμὴν τῇ μητρί μου ἀποκατάστησον ἢ τὸ
εἶδος, ἐὰν δὲ μὴ λάβῃς τὰ γράμματα Σερήνου παρὰ σοὶ ἤτω
ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα
καὶ Ὠριγένης ὑμᾶς ἀσπάζεται πάντας.
ἐρρῶσθαί σε εὔχομαι εὐτυχοῦντα.
[v]
Πτολεμαίῳ[…]…νπι[…] ἀπὸ τοῦ ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.