no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28252.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σεραπιὰς τοῖς τέκνοις Πτολεμαίῳ καὶ Ἀπολιναρίᾳ καὶ
Πτολεμαίῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν, ὅ μοι πάντων
ἐστὶν ἀναγκαιότερον. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῷ
κυρίῳ Σεράπιδι, εὐχομένη ὑμᾶς ὑγιαίνοντας ἀπολαβεῖν,
ὡς εὔχομαι ἐπιτετυχότας. ἐχάρην κομισαμένη γράμματα,
ὅτι καλῶς διεσώθητε. ἀσπάζου Ἀμμωνοῦν σὺν τέκνοις καὶ
συνβίῳ καὶ τοὺς φιλοῦντάς σε πάντας. ἀσπάζεταί ὑμᾶς Κυρίλλα
καὶ ἡ θυγάτηρ Ἑρμίας Ἑρμίας, Ἑρμανοῦβις ἡ τροφός, Ἀθηναΐς ἡ δέσκαλος, Κυρίλλα, Κασία, […]μ…νις, Σ[…]ανος, Ἔμπις, οἱ ἐνθάδε πάντες
ἐρωτηθεὶς οὖν περὶ σὲ ὃ πράσσεις γράφε μοι, εἰδὼς ὅτι, ἐὰν γράμματά
σου λάβω, ἱλαρά εἰμι περὶ τῆς σωτηρίας ὑμῶν
ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
[v]
ἀπόδος Πτολεμαίῳ ἀδελφῷ Ἀπολιναρίας.
ἀπόδος Πτολεμαίῳ τῷ τέκνῳ.
ἀσπάζου ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.