no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28214.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σερῆνος Ἀπολιναρίῳ
τῷ πατρὶ πολλὰ χαίρειν. πρὸ παντὸς εὔχομαί σε ὑγιαίνειν. τὸ
προσκύνημά σου ποιῶ
παρὰ πᾶσι τοῖς θεοῖς.
ἐκομισάμην παρὰ Πτολεμινου μῆλα ξγ καὶ
παρὰ τῆς γυναικὸς Σερήνου ἄλλα ια, καὶ γινώσκειν σε θέλω, ὅτι πάντα
ἠφάνισται καὶ οὐκ εὕρηκα δῶναι οἷς ἔγραψές μοι, ἄλλὰ ἠγόρακα,
ἵνα πέμψω αὐτοῖς. καὶ
γινώσκειν σε θέλω, ὅτι
καθʼ ἡμέραν ὑπάγω παρὰ
Σεραπιάδα τὴν ζυτόπωλιν καὶ οὐ δίδωσι μοι, ἀλλὰ καθʼ ἡμέραν λέγει, ὅτι σήμερον αὔριον. καθʼ ἡμέραν
τὰ αὐτὰ. καὶ ἂν κείρηται Εἰσίδωρος, τί θέλεις ἀπενέγκω αὐτῷ; καὶ οὔπω δέδωκε Εἰρηναῖς τοὺς ἑπτὰ
στατῆρας. ἀσπάζεταί
σε Εἰρηναῖς καὶ Μαρεῖνος
καὶ Διογένης καὶ Σερῆνος καὶ κυρία καὶ Ὡρίων
καὶ Ἀφροδισία.
ἐρρῶσθαί σε εὔχομαι.
Μεσορὴ ϛ.
[v]
ἀπόδος Ἀπολιναρίῳ στρατιώτῃ σ…σ………ου
ἀπὸ Σερήνου υἱοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.