no image
DDbDP-text
Linked by Trismegistos ID
TM 25652.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ κυρίῳ μου καὶ πάτρωνι Εὐσεβίῳ
Ἀπολλώνις χαίρειν. ἴσθι Ἀγαθὸν
τὸν ἱπποτρόφον ὡς ἀπὸ σοῦ καὶ τῶν
εἰρηναρχῶν παραλαβότα τὸ Ἑτερότροφον καὶ τὴν Ὀρχηστίαν, ἀλλὰ καὶ
Ἰσίαν παραδεδωκέναι τὸ μάγειρον
τοῖς τοῦ Ἀρριανοῦ, ἐγγεγυῆσθαι δὲ
τὸν μέλαν τον…ρων, τὸν δὲ Μελιστρουγὸν ὑπὸ στρατιώτην ὄντα
Σεραπαμμῶνι καὶ εἶπον σοι ἐν τῷ
βαλανείῳ καὶ προσήνεγκάν σοι αὐτὸν
ὅτι δέδωκεν κεράμια ὀκτὼ καὶ εἶπες ὅτι καλῶς. ἐρρῶσθαί σε εὔχομαι,
κύριε.
[v]
Εὐσεβίῳ ☧ παρὰ ἈπολλωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.