no image
DDbDP-text
Linked by Trismegistos ID
TM 25656.
Each record below describes this same artifact or text from a different angle.
Χαιρήμων Ἀπολλωνίωι τῶι
φιλτάτωι χαίρειν.
καὶ διʼ ἑτέρας ἐπιστολῆς ἔγραψά σοι, ἵνα δύο
ἀρτάβαι σείτου ῥαβδισθῶσί μοι, ἐπεὶ λίαν ἐκολάσθημεν αὐτῶν, ἄδελφέ μου, Ἰσίδωρον ἔπεμψα τούτου ἕνεκα, ἵνα μοι εὐθέως πεμφθῶσι
καὶ κριθὴ […]ειδ[…]ου Σαραπᾶς εἰς λόγον
ναύλου […] οἴνου δραχμὰς δ τετρώβολον. ἐὰν μὲν οὖν
δῶι τὸ […]αδ[…]ν, ἄριστα· ἐὰν δὲ μὴ λαβὼν
παρα[…]χαλκὸν ναυλῶσαι ὀνάριον καὶ
εὐθέως[…]κομισθήτω· μόλις γὰρ ἡμερῶν
δύο […]ομεν· γράφω οὖν σοι, ἵνα εἰδῇς
τὴν[…]θεῶν δὲ βουλομένων καὶ αὐτὸς
ἐλπίζω Παῦνι κε κατελθεῖν. λέγεται γὰρ τὸν ἄνθρωπον[…]εἰς Ἀλεξάνδρειαν τοῦ πορεύεσθαι χάριν
δ[…]ια…νω[…] παρὰ θεοῖς πᾶσι
δια[…]λωι μετὰ τῶν ἐμῶν δράσειν
περ…[…]ησωι ἐπὶ σὲ προσεπιπαρακαλέσω
περὶ τῶν[…]…[…]μένων αἰσθόμενός σου τὴν εἴς με
φιλοφροσύνην. φρόντισον δʼ ἐμοῦ χόρτου δεσμῶν
ἑξακοσίων καὶ σφράγισον τὸ σιτάριον καὶ τὴν
κριθὴν δηλώσας μοι, ποίωι μέτρωι ἔπεμψας.
ἀσπάζου τὰ ἀβάσκαντά σου παιδία, μεθʼ ὧν εἶ.
ἔρρωσο. Φαρμοῦθι κβ.
πέμψον δὲ ἡμῖν κινάρας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.