no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28217.
Each record below describes this same artifact or text from a different angle.
[r]
Κύλινδρος Ἀπολλωνίωι
τῶι φιλτάτωι χαίρειν.
ὑπέλαβές με πέμψας μοι
τὰ κριθάρια. ἐὰν οὖν δοκῇ
σοι τὰς ἄλλας δύο μοι ἀρτάβας πέμψαι ἢ πλείονας,
ἵνʼ ᾖς μοι τελείαν χάριτα
παρέξας ἐν τοιούτωι καιρῶι. οἶδα γάρ σου τὸ μέτρον
μεῖζον τοῦ ἐμοῦ ἄρτι.
προκειμένου …
ἐὰν δέ σοι δόξῃ καὶ περὶ τῶν
ἐριδίων, ἐὰν δὲ μὴ ἐνῆν
ἐρίδια, λογάριον ποιήσας
πέμψεις μοι τὸ πρόλοιπον
καὶ τὸν σάκκον, ἵνα σχῶι
εἰς τὴν ἑορτήν. ἐὰν ἀναβῇς
τῇ ἑορτῇ, ἵνα ὁμόσε γενώμεθα, καὶ μὴ ὑπερηφανήσῃς. ἄσπασαι τὰ παιδία καὶ
τὴν σύμβιόν σου.
ἔρρωσο. Μεσορὴ ιη.
[v]
Ἀπολλωνίωι[…] Θεοκτίστου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.