no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28213.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλώνιος Ἀπολλωνίῳ
τῷ υἱ̈ῷ χαίρειν.
πλείω δύο ὑδάτων μὴ πότιζε τὴν ἄμπελον καὶ περὶ τῶν λοιπῶν ἔργων σου ἀρκετὸς γενοῦ.
ἐγὼ γὰρ ἐμαυτὸν οὐκ ἔχω εἰ μὴ
περαιωθῇ τὸ πρᾶγμα τοῦτο.
μετένεγκον τὰ ἐν τῇ καμάρᾳ σιτάρια καὶ
κριθάρια ἔξω ὡσεὶ πέντε ἀρταβῶν
σίτου ἔσω ὅπου κεῖται τὰ κριθάρια
Σαραπαμμῶνος. τὰ δὲ οἰνάρια
σκίασον, ἐὰν καιρὸς γένηται,
μὴ εἰς τὸν θησαυρόν, ἀλλὰ εἰς ἄλλον
τόπον ὅπου ἄν θέλῃς. ἀσπάζου
τὴν ἀδελφήν σου καὶ τὸν ἀδελφόν
σου καὶ τὴν μικρὰν καὶ τοὺς ἐν οἴκῳ
πάντας. γράψεις δέ μοι περὶ πάντων ἀντιφώνησιν διὰ Διοσκόρου
τοῦ υἱοῦ Χαιρήμονος ἢ διὰ οἵου ἄν
εὕρῃς.
ἔρρωσο.
[…] Μεσορὴ ιε […]
[v]
Ἀπολλωνίῳ τῷ υἱῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.