no image
DDbDP-text
Linked by Trismegistos ID
TM 25655.
Each record below describes this same artifact or text from a different angle.
[r]
Χαιρήμων Ἀπολλωνίῳ τῷ φιλτάτωι χαίρειν.
οὐκ ἀλλότριον […]τῆς εἰς μὲ φιλοφροσύνης ποιεῖς φίλτατε […]… οὐκ ἀμνημονήσας τῆς
πρὸς σέ μου […]…ς, ἄδελφε, προσεπιπαρακληθεὶς δι’ ω[…] ἐργοιφίοις, ἐπεί, ὡς ὁρᾷς, θερμαί
εἰσιν καὶ φ[…]τῶν δύο μυριάδων τοῦ καλάμου,
σὺν οἷς μ[…] καὶ πρότερον δέ σοι ἔγραψα, τί
μετὰ τὸν θερισμὸν ἀσφαλίσματα καὶ κατὰ δῶρον ἔχω ·
διὰ γὰρ τὴν σὴν πρόνοιαν ἐν ὀρθῶι μέλλει γίνεσθαι, καὶ
περὶ τοῦ θρύου δὲ σπεῦσον καὶ δήλωσόν μοι καὶ περὶ τοῦ
Πλουσίου καὶ τῶν ἄλλων, πῶς διάκειται· θεῶν δὲ βουλομένων πάντως μετὰ τὰ Σουχεῖα σὲ ἀσπάσομαι. ὄμνυμι δὲ σοὶ κατὰ τῶν Διοσκούρων, ὧν κοινῆσαι βούλεται
καὶ αὐτὸν ἐ[…]ε…[…]… ἐπιθυμεῖν τῶν ἠθῶν σου ἀπολαῦσαι, ὅμως τέλειον εὑρήσεται τῆς τύχης ἐπιτρεπούσης περὶ τοῦ κοινοῦ· εὔηθές μοι γράφεις, ὅτι θέλω σοῦ
παρόντος τὸ γεινόμενον γίνεσθαι, ὅπερ οὐ κατὰ σὲ αἰσθόμενον, ἣν ἔχω πρὸς σὲ διάθεσιν· διὸ, ἄδελφε, ὡς
ἂν δοκιμάζῃς, γενέσθω, μὴ ἵνα ἐλαχίστου ἕνεκα
τὰ ἄλλα ἀπόληται, καὶ τὰ ἔργα τῶν ἀμπέλων ἰδίων
γνησίως γενέσθω ἀναλογούντως Ἀπολλωνίωι· εὖ
δὲ ποιήσεις, τιμιώτατε, πέμψας μοι διὰ Σαβείνου
ἐσφραγισμένας δραχμὰς εἴκοσι, ἐπεὶ ἀναγκαίως αὐτῶν χρείαν ἔχω εἰς δαπάνην· δήλωσον δέ μοι,
πόσου εἰς κοπὴν ὁ χόρτος πιπράσκεται, ἵνα εἰδῶ.
ἐὰν δέ σοι ἀβαρὲς ᾖ, χρῆσόν μοι ὀνάριον ὑπὸ τρίχωρον
οἴνου καὶ τὸ ἀντίφορτον, ἵνα σχῶμεν αὐτὸ εἰς τὰ
Σουχεῖα, ἵνα καὶ ἐν τούτωι διὰ σὲ δόξωμεν εὐφραίνεσθαι· νομίζω δὲ, ὅτι οὐδʼ ἐν τούτωι μὲ λυπήσεις
πάντως δὲ τῇ ἐνάτῃ ἀνενεχθήτω ἵνα καὶ ἀποκαταστήσω τὸν τέλειον ἐκ τῶν παλαιῶν
ἐὰν δὲ καὶ τὰ ἐφέτεια ἦι εὔοσμα, ἐκ τῶν ἐφετείων
καὶ τοὺς …αταστουσ…[…]ρικου καὶ ἐνκεφάλιον
περὶ τῶν[…]ει μοι ὥσπερ ἰδίων τέκνων ε[…]…ρων οἰναρίων κομισθήτω
καὶ ἐνι…θ…[…]οι…σου Ὡρείωνα καὶ
τὴν σύμβιον[…]…[…]…[…]ν[…] ἴδια· ἐὰν δὲ δύνῃ …[…]ιήσειν.
ἐρρῶσθαί σε εὔχομαι.
χρῆσον Σαβείνῳ ἀγγεῖον, εἰς ὃ κομίζει μοι ἔλαιον καὶ ἐπίτρεψον τὰ ἀμύγδαλα σφραγιζ.
[v]
Ἀπολλωνίωι […]τῶι φιλτάτῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.