no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28133.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σερηνίλλα Σωκράτῃ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ
μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου
ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι
καὶ τοῖς συννάοις θεοῖς. γινώσκειν σε θέλω ὅτι μόνη
εἰμὶ ἐγώ. ἐν νόῳ ἔχῃς ὅτι ἡ θυγάτηρ μου εἰς Ἀλεξάνδρειαν
ἐστὶ, ἵνα καὶ ἐγὼ εἰδῶ ὅτι πατέρα ἔχω ἵνα μὴ ἴδωσιν με ὡς
μὴ ἔχουσαν γονεῖς. καὶ ὁ ἐνεγκών σοι τὴν ἐπιστολήν,
δὸς αὐτῷ ἄλλην περὶ τῆς ὑγιείας σου. καὶ ἀσπάζομαι
τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ Σεμπρῶνιν
καὶ τοὺς παρʼ αὐτοῦ.
[v]
ἀπόδος Σωκράτῃ Σκιφᾶ ἀπὸ Σερηνίλλας θυγατρὸς διὰ Σαραπάμμωνος
ἀδελφοῦ αὐτῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.