no image
DDbDP-text
Linked by Trismegistos ID
TM 31263.
Each record below describes this same artifact or text from a different angle.
ἡ μήτηρἩγελόχῳ τῷ υἱῶι
χαίρειν.
ὀψίας τῆς ὥρας ἀπελθοῦσα πρὸς Σεραπίωνα
τὸν οὐετρανὸν ἐξῄτασα
περὶ τῆς σωτηρίας σου
καὶ τῆς παιδίων σοῦ καὶ εἶπέ μοι, ὅτι τὸν πόδα πονεῖς ἀπὸ σκολόπος, καὶ
ἐθολώθην ὥς σου περισσότερον ἐνωχελευομένου
καὶ ἐμοῦ λεγούσης τῷ
Σεραπίωνι, ὅτι συνεξέρχομαί σοι, ἔλεγέ μοι· οὐδὲν
περισσότερον ἔχει σε; εἰ δὲ οἶδες σεαυτῷ, ὅτι ἔχει σέ τι
γράψον μοι, καὶ καταβαίνω
περιπατῶ μετὰ οὗ ἐὰν εὕρω. μὴ οὖν ἀμελήσῃς, τέκνον, γράψαι μοι περὶ τῆς
σωτηρίας σου, ὡς εἰδὼς φόβον τέκνου. ἀσπάζεταί σε
τὰ τέχνα σου. Αὐρήλιος Πτολεμινο τῷ πατρὶ χαίρειν πεῖσον Διονύσιον χαίρειν τέκνονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.