no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28228.
Each record below describes this same artifact or text from a different angle.
[r]
Λυκαρίων Ἐμφούιτι τῷ
πατρὶ πλεῖστα χαίρειν.
πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι μετὰ
τῶν σῶν πάντων καὶ
διὰ παντός σε εὐτυχεῖν. ἐάν σοι τῇ τύχῃ
δόξῃ, ποίησον τὸν
πατέρα μου ἐλθεῖν
σὺν σοὶ εἰς τὴν ἰδίαν
εἰ δὲ μή, καὶ ἐγὼ αὐτὸς
σὺν τοῖς ἐμοῖς κινδυνεύω καταλεῖψαι
καὶ ἐλθεῖν πρὸς αὐτόν.
γίγνωσκε δὲ σύ,
ὅτι, ἐὰν μὴ τοῦτο
ποιήσῃς καὶ προτρέψῃς αὐτὸν ἐλθεῖν
καὶ συμβῇ τι αὐτῷ,
ἴσθι σεαυτῷ ὡς
σου μέλλοντος λόγον διδόναι τῷ
λαμπροτάτῳ ἡγεμόνι.
διὸ παρακαλῶ οὖν
σέ, φίλτατε,
ἤδη ποτὲ πεῖσαι
αὐτὸν τοῦ ἐλθεῖν.
ἄσπασαι Διονῦσιν
καὶ Μέλανον
καὶ τοὺς ἐν οἴκῳ
σου πάντας.
[v]
ἀπόδος Ἐμφούιτι
ἀπὸ Λυκαρίωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.