Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.8.477 frühes IIAlexandria

Private Letter via APIS-papyrus

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 27090. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῶι τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν, ὅ μοι εὐκταῖόν ἐστιν, τὸ προσκύνημά σου[…]ποιούμενος καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. ἐκομισάμην σου τὴν ἐπιστολὴν ἐξ ἧς ἐπέγνων ἀναπεπλευκέναι καὶ σὲ ἐν ᾧ εὕρηκας πλοίῳ ὑπάγοντι εἰς Ἀρσινοείτην. γινώσκειν σε θέλω ἀπεληλυθότα με παρακληθέντα τὸ γράμμα καταχωρίσαι καὶ ἠπορηκότα με δεόμενον αὐτοῦ οὗ ἐστιν εἰς τὸ ὄνομα τὸ γράμμα γεγραμμένον ἵνα καταγράψῃ. χωρὶς γὰρ αὐτοῦ οὐ δύναμαιαὐτὸ καταχωρίσαι. εὗρον δὲ καὶ Παπεῖριν Ἀπολλινᾶριν ᾧ ἐδήλωσα ἃ ἤκουσα τῶν νομικῶν, καὶ ἔλεγέ μοι ἄφες σὺ ἕως οὗ αὐτῷ ἐὰν ἦν δυνατὸν καταβῆναι. ἐπειδὴ σὺ τὰ σὰ ὀλιγωρεῖς ἐν τῇ χώρᾳ μένων, ἐν Ἀλεξανδρείᾳ ἀναμείναντόςμου, γενοῦ ἐν Ἀλεξανδρείᾳ. ἀναβὰς εἰς τὴν χώραν ἀμελεῖς ὅλως αὐτῶν, ἀλλὰ καὶ ὧδε ὢν ἐκπλέξαι αὐτὰ ἠμέλησας[…]…[…]…[…] ἂν καταπλεύσῃς δύναται γενέσθαι[…]…ος αν[…]…βη ἀδιαφορεῖ. γράφεις μοι πεπομφέναι[…]…ον διὰ Ἀνουβίωνος, οὐ δὲ οἶδέν σε γράψαντά μοι ὧδε καὶ ἐμοὶ οὐδὲν δέδωκεν. ἀφʼ ἧς ἀνέβης ἕως σήμερον πρώτιστα τὴν ἐπιστολὴν καὶ τὸ καλάθιον κεκόμισμαι διὰ Αὐρηλίου, καὶ μελησάτω σοι, κύριε πατήρ, γράψαι Ἀνουβίωνι μὴ ἐξουδενήσῃ με […]…ειδ[…]…[…]ελθεῖν. ἄλλη γὰρ χάρις ἐστὶ …[…]…[…]…ε. οὔπω γὰρ εἰς πρόσωπον […]…[…]…ελθεῖν διακενῆς. καὶ ἐρωτῶ σε ἂν δύνῃ μοι ταχύτερον πέμψαι ὑπόδημα ἐπεὶ πολλὰ ὀνίναμαιαὐτῶν. οἶδας γὰρ ὅτι κοπιῶμεν ἄρτι διότι καθαιροῦμεν τὸν θόρυβον καὶ ἀκαταστασίαν τῆς πόλεως. καλῶς ποιήσεις καταπέμψαι μοι α…[…]δω[…]…[…]…[…]το αὐτοῦ καὶ Γεμέλλῳ τρία […]…κα…[…]…[…]να. γινώσκειν σε θέλω μετὰ τὸ ἄνω ἤδη σοι γεγραμμένον ἐνηνεγμένον μοι θ…[…]ὑπὸ τοῦ πατρὸς Ἀνουβίωνος τὸ καλάθιον, καὶ τὸ τέλος νῦν πάρεστιν ἐμοί. ἐπειδὴ οὐχ εὕρηκα ἐγὼ πέμψαι διὰ τὸ νωθρεύεσθαί με, καλῶς οὖν ποιήσεις τὰ σὰ μετέωρα ἐκπλέξαι ταχέως καὶ καταπλεῦσαι πρὸς ἐμέ. ὁ γὰρ καιρὸς ἄρτι ἄλλος ἐστιν καὶ ἂν δέον ἵνα τραφῶ ὑπὸ ἄλλου, ὡς ἀκούσεις παραγεινόμενος ἐπὶ τῆς πόλεως. ἀσπάζεταί σε πολλὰ Ἰσίδωρος καὶ Σεμπρώνιος καὶ πάντες οἱ φιλοῦντές σε ἐξ ἀληθείας παντελῶς καὶ Ζωτικὴν ἣν ἐρχόμενος κατενέγκεις μετὰ σοῦ συνειδὼς ὅτι μέλλομεν αὐτῆς χρῄζειν ἐνθάδε. ἄσπασαιπάντας τοὺς φιλοῦντάςσε κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.