no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27089.
Each record below describes this same artifact or text from a different angle.
[r]
Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῷ τῷ κυρίῳ καὶ πατρὶ πλεῖστα
χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν μοι, ὅ μοι εὐκταῖόν ἐστιν,
ὑγιαίνω δὲ καὶ αὐτὸς ἐγὼ ποιούμενός σου τὸ προσκύνημα καθʼ ἑκάστην ἡμέραν
παρὰ τῷ κυρίῳ Σεράπιδι καὶ τοῖς συννάοις θεοῖς. γινώσκειν σε θέλω, πατήρ,
κεκομίσθαι με παρὰ Ἀχιλλᾶτος καλάθιον. ὁμοίως καὶ ἄλλο καλάθιόν μοι
ἐδόθη ὑπὸ τοῦ στρατιώτου, ἐν ᾧ εὗρον ἄρτους μεγάλους δύο καὶ φοινίκια καρυωτά, καὶ παρὰ τοῦ πατρὸς Ἰουλίου σφυριδάλλιον καὶ τὰ ταλάριά μου καὶ
θήκην μαχαιρίου. ἔπεμψέ μοι φάσιν περὶ γυναικός, γνώμην μου λαμβάνων ἐωνεῖτό μοι. πάλαι ἂν πρὸ διετίας ἐσχήκειν εἰς τὴν οἰκίαν
μου ἀλλὰ οὐκ ἐπέτρεψα ἐμαυτῷ οὐδὲ ἐπιτρέπω δίχα σου λαβεῖν
τινα καὶ τὸ ἔμπαλιν οὐκ ἔχεις ἀπʼ ἐμοῦ ἀκοῦσαι περὶ τοῦ πράγματος τούτου. εἴ πού ἐστιν ἣν ἐὰν δοκῇ μοι κατενέγκαι ἡ δυναμένη
μᾶλλον ὑπὲρ ἐμοῦ σοι εὐνοεῖν καὶ φροντίζειν σου πλείω ἐμοῦ, διατελεῖται ἐμέ σοι εὐχαριστεῖν ἤ σε ἐμὲ μέμψασθαι. διὰ τοῦτο ἕως
σήμερον γυνὴ οὐκ εἰσῆλθέ μου εἰς τὴν οἰκίαν εἰ μὴ ἣν σὺ δοκιμάσῃς. σὺ δὲ οἶδας σεαυτῷ πάλιν ὅτι ἐκπλέξας σου τὰ μετέωρα ἔχω
……α[…]σὺ μένεις τὸν χρόνον σου τῆς ζωῆς ἀκίνητός μου γυναικὸς ἀποτάσσομαι. εἰ δὲ οὔ, ἣν ἂν δοκιμάσῃς ταύτην καὶ ἐγὼ θέλω. νυκτός σοι ἔγραψα τὴν ἐπιστολὴν ταύτην εὑρὼν εὐκαιρίαν,
οὐ δὲ δεδυνημένος σοι πέμψαι. καλῶς ποιήσεις ἀντιγράψας μοι περὶ τῆς σωτηρίας σου καὶ τῆς ἐπιστολῆς τὴν ἀντιφώνησιν. ἄσπασαι πάντας τοὺς ἐκ τοῦ Καισαρείου κατʼ ὄνομα.
ἄσπασαι Δίδυμον τὸν νομικὸν πανοικί. ἐρεῖς δὲ Λονγείνῳ
ὅτι ἐλπίζω πάλιν ἀναβῆναι. ἓν δὲ εὐχαριστῶ τοῖς θεοῖς ὅτι
πλείονας δέδωκά σοι τῶν ὀκτὼ δραχμῶν, εἰ μή, τὸ αὐτὸ ἦν.
καὶ ἐὰν ἀναβῇς εἰς Ἀρσινοείτην ὕπαγε παρὰ Κουρσίλλαν καὶ δέξαι τοὺς πέντε κορμοὺς τῶν ξύλων καὶ κατενέγκεις αὐτὰ
ἐρχόμενος καὶ ἂν ἄλλα δυνασθῇς κατενέγκαι ἡμῖν εἰς τὸν
χειμῶνα. ἀσπάζεταί σε Ἐπιτυγχάνων.
ἄσπασαι πάντας τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα.
[v]
ἀπόδος Κλαυδίῳ Τιβεριανῷ …[…]…[…]…ωι
παρὰ Κλαυδίου Τερεντιανοῦ υἱοῦ λεγιῶνος στρατιώτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.