no image
DDbDP-text
[r]
[…]…ς Ἡρακλείδηι τῶι ἀδελφῶι χαίρειν
καὶ ἐρρωμένωι διευτυχεῖν. Τηλεφάνης
ὁ ἀποδεδωκώς σοι τὸ ἐπιστόλιον, ἔστιν ἡμῖν ἀδελφικ…
αἱρες…[…]… τούτου δὲ τυγχάνει ἡ γυνὴ
[…]…, ἧς καὶ ἡ εἰκὼν ὑπόκειται, κληρονομοῦσα
τὰ πατρικὰ καὶ τὰ παππῶια. καὶ ἕως μὲν
οὖν παρελάμβανέν με συνελθεῖν αὐτῶι
…ε…[…]…[…]…[…] εἰς δὲ τὸ μὴ
καταλειφθῆναι τὸν τόπον παρηιτημένος
αὐτὸν καὶ παρακεκληκὼς τὸ αὐτὸ καὶ τὸ
ἐπιστόλιον ποιήσειν, χαριεῖ μεγάλως
ἐπιτελέσας τὰ πρὸς αὐτὸν καὶ πολυωρήσας
ὡς κἀμοῦ παρόντος, ὅπως παραγενηθεὶς
ἀπαγγείληι ἣν προσενήνεξαι διʼ ἡμᾶς σπουδήν,
καὶ σεαυτοῦ ἐπιμελόμενος ἵνʼ ὑγιαίνηις.
ἔρρωσο
[…]…του Μακέτα ὡς ἐτῶν κ μέση
[…] λευκόχρως στρογγυλοπρόσωπος ἔνσιμος ἡσυχῆι
οὐλὴ[…]
[…] Ἡρακλείδου τοῦ Λάγου τοὺς χαλκοῦς[…]
[v,ctr]
Ἡρακλείδηι
[v,ms]
[…]…[…]…
[…] περὶ
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.