bgu.2.385
[r] Σερηνίλλα Σωκράτῃ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. γινώσκειν σε θέλω ὅτι μόνη εἰμὶ ἐγώ. ἐν νόῳ ἔχῃς ὅτι ἡ θυγάτηρ μου εἰς Ἀλεξάνδρειαν ἐστὶ, ἵνα καὶ ἐγὼ…