no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28132.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἐπαγαθὼς Κλεοπατρᾶτι τῇ
ἀδελφῇ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε
ὑγιαίνειν καὶ τὸ προσκύνημά
σου ποιῶ παρὰ τῷ κυρίωι
Σαράπιδι. δήλωσόν μοι περὶ ὧν
ἔπεμψά σοι. ἤθελον καὶ πέμψαι
σοί τι ἄλλο, καὶ οὐδεὶς λαμβάνει
ὅπως σοι κομισθῇ. ἀσπάζομαι
Σωκράτην καὶ Μαρκέλλαν καὶ τοὺς σοὺς πάντας κατʼ ὄνομα
[v]
ἀπόδος Κλεοπατρᾶτι ἀπὸ ἘπαγαθῶτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.