bgu.2.384
[r] Ἐπαγαθὼς Κλεοπατρᾶτι τῇ ἀδελφῇ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίωι Σαράπιδι. δήλωσόν μοι περὶ ὧν ἔπεμψά σοι. ἤθελον καὶ πέμψαι σοί τι ἄλλο, καὶ οὐδεὶς λαμβάνει ὅπως σοι κομισθῇ. ἀσπάζομαι Σωκράτην καὶ Μαρκέλλαν καὶ το…