bgu.1.332
[r] Σεραπιὰς τοῖς τέκνοις Πτολεμαίῳ καὶ Ἀπολιναρίᾳ καὶ Πτολεμαίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν, ὅ μοι πάντων ἐστὶν ἀναγκαιότερον. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι, εὐχομένη ὑμᾶς ὑγιαίνοντας ἀπολαβεῖν, ὡς εὔχομαι ἐπιτετυχότας. ἐχάρην κομισαμέ…