p.oxy.50.3595
Αὐρηλίαις Λεονταροῦτι καὶ Πλουσίᾳ καὶ ὡς χρηματίζετε διὰ Αὐρηλίου[…]οδώρου ἐπιτρόπου παρὰ Αὐρηλίου Παήσιος Ἡφαιστᾶτος μητρὸς Θαϊσοῦτος καταγεινομένου ἐν κώμῃ Σενέπτα κεραμέως οἰνικοῦ κεράμου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος…