no image
DDbDP-text
Lease of a Pottery via HGV-meta
Linked by Trismegistos ID
TM 15408.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίαις Λεονταροῦτι καὶ Πλουσίᾳ καὶ ὡς χρηματίζετε διὰ Αὐρηλίου[…]οδώρου ἐπιτρόπου παρὰ Αὐρηλίου Παήσιος Ἡφαιστᾶτος μητρὸς Θαϊσοῦτος καταγεινομένου ἐν κώμῃ Σενέπτα
κεραμέως οἰνικοῦ κεράμου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι
ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος
ζ ἔτους τὸ ὑπάρχον ὑμῖν ἐν ἐποικίῳ μεγάλῳ κτήματος περὶ Σενέπτα κεραμεῖον οἰνικοῦ κεράμου σὺν ταῖς τούτου καμάραις
καὶ καμίνῳ καὶ λίθῳ κεραμευτικῷ καὶ τοῖς ἄλλοις χρηστηρίοις, ἐπὶ τῷ με κατʼ ἔτος πλάσαι ὑμῖν καὶ ὀπτῆσαι
καὶ ὑποκαῦσαι καὶ πισσῶσαι κοῦφα Ὀξυρυγχειτικὰ τετράχοα λεγόμενα ἀριθμῷ μυριάδα μίαν καὶ πεντακισχίλια , διπλοκέραμα ἑκατὸν πεντήκοντα, δίχοα ἑκατὸν πεντήκοντα, ὑμῶν παρεχουσῶν χοῦν χαυνόγειον
καὶ ἀμμόγειον καὶ μελάνγειον καὶ πρὸς τῇ καμίνῳ
τὰ αὐτάρκη καύματα καὶ ὕδατα εἰς τὴν δεξαμενὴν
καὶ πρὸς πισσοκοπίαν πίσσης ὁλκῆς μέτρῳ Ἀλίνης
ὡς τῆς μυριάδος μιᾶς τάλαντα εἴκοσι ἕξ, ἐμοῦ δὲ παρέχοντος ἐμαυτῷ τοὺς αὐτάρκεις πλάστας καὶ ὑπουργοὺς
καὶ ὑποκαύστας καὶ λαμβάνοντος ὑπὲρ μισθοῦ μόνων
τῶν ἁπλοκεράμων ὡς τῶν ἑκατὸν δραχμὰς τριάκοντα δύο καὶ ὑπὲρ ἐκτάκτου τῆς μυριάδος οἴνου κεράμια δύο
ὄξους κεράμια δύο. τὰς δὲ συναγομένας τῶν μισθῶν
δραχμὰς τετρακισχιλίας ὀκτακοσίας ἀπολήμψομαι κατʼ ἔτος ταῖσδε ταῖς δόσεσι, ἀπὸ Θὼθ ἕως Παχὼν κατὰ μῆνα δραχμὰς τετρακοσίας, Παῦνι Ἐπεὶφ εἰς ὑπόκαυσιν κατὰ μῆνα δραχμὰς πεντακοσίας, Μεσορὴ τὰς λοιπὰς δραχμὰς
διακοσίας. ἐὰν δὲ μετὰ τὸν προκείμενον ἀριθμὸν ἕτερα κοῦφα πλάσω καὶ τούτων χρείαν ἔχητε, ἔξεσται ὑμῖν βαστάξαι αὐτὰ λαμβάνοντός μου παρʼ ὑμῶν
τὸν ἴσον μισθὸν καὶ τὴν πίσσαν καὶ τὰ ἄλλα καθʼ ὁμοιότητα τοῦ προκειμένου ἀριθμοῦ. βεβαιουμένης δέ μοι
τῆς ἐπιδοχῆς παραδώσω τὰ προκείμενα κοῦφα ἐπὶ τῶν τοῦ αὐτοῦ κεραμείου ψυγμῶν ἀπὸ χειμερινῆς πλάσεως καλῶς ὠπτημένα καὶ πεπισσοκοπημένα ἀπὸ πυθμένος μέχρι χειλῶν μὴ πιδῶντα χωρὶς θεραπευσίμων καὶ ἐπισινῶν ἑκάστου τετραχόου χωροῦντος μέχρι χείλους κοτύλας Μαξιμιανὰς εἴκοσι καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδώσω τὸ αὐτὸ κεραμεῖον καθαρὸν ἀπὸ σποδοῦ καὶ ὀστράκων,
γεινομένης τῆς πράξεως ὡς καθήκει, μένοντος
τοῦ λόγου περὶ ὧν ἐὰν φανῶ ὀφείλων. ἡ ἐπιδοχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ
Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ζ.
Αὐρήλιος Παῆσις Ἡφαιστᾶτος μεμίσθωμαι τὸ κεραμεῖον καὶ ποιήσομαι τὴν πλάσιν τῶν προκειμένων
κούφων μυρίων καὶ πεντακισχιλίων, διπλοκεράμων ἑκατὸν πεντήκοντα, διχόων ἑκατὸν πεντήκοντα ἐπὶ τοῦ ἐπάνω μισθοῦ καὶ ἐκτάκτων καὶ παραδώσω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θέων ὁ καὶ Ἀσκληπιάδης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα, μένοντος τοῦ λόγου ὡς ἐπάνω δεδήλωται. …[…]
[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.