Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.47.3354 ca. 28. Okt. 257Nomu (Oxyrhynchites)

Agricultural Agreement via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22468. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] Αὐρηλίᾳ Σαραποῦτι θυγατρὶ Θέωνος Θέωνος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ παρὰ Αὐρηλίων …… Σαραπάμμωνος μητρὸς Τααφύγχιος καὶ τοῦ υἱοῦ Ἱερέως μητρὸς Τααφύγχιος ἀμφοτέρων ἀπὸ τοῦ Νόμου ἐποικίου. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι παρὰ σοῦ ἐπὶ χρόνον ἔτη δύο ἀπὸ α τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ε ἔτους τὰ χερικὰ ἀμπελουργικὰ ἔργα ἅπαντα καὶ τὴν ἐπάρδευσιν τοῦ ὑπάρχοντός σοι περὶ Σενέπτα ἀμπελικοῦ κτήματος Θααὺτ λεγομένου ἀρουρῶν ἓξ ἢ ὅσων ἐὰν ᾖ καὶ τῆς προσούσης καλαμείας ὅσου ἐστὶν ἀρουρηδοῦ, ἅπερ ἔργα ἐστὶν τῆς μὲν ἀμπέλου τιλμὸς καλάμου, δ…συλλογὴ αὐτοῦ καὶ μεταφορά, ξυλοτομία δικαία, ἀγκαλισμὸς καὶ δέσις ἀγκαλῶν καὶ μεταφορά, σάρωσις φύλλων καὶ ἐκβολὴ ἐκτὸς πλαστῶν, σκαφητός, παραγραφή, ἀπωρυγισμὸς ὅσων δεῖ ἀπωρύγων· καὶ στησόμεθα ἐν τῇ καλαμείᾳ πρὸ τῶν ὄνων χωφορούντων πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλεσθαι καθὼς ἂν δεήσωμεν τούτων· διτομὴ καλάμου, καλαμουργία, σκαλμός, βλαστολογία, Φαρμουθιακὴ ἐργασία, διάστασις, ἀνάλημψις, φυλλολογίαι αἱ ἐνχρήζουσαι, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, ἢ καὶ τὰ ἄλλα τὰ κατὰ καιρὸν τῆς ἀμπέλου ἔργα πάντα· καὶ τῆς καλαμείας ἐπάρδευσις καὶ παραγραφὴ καὶ σκορπισμὸς κόπρου· καὶ ποιησόμεθα τῆς ληνοῦ καὶ θυείου τὰ ἐνχρήζοντα χαλάτρια καὶ τοῦ ὀργάνου τὰς κυλτίδας καὶ τὴν τῶν χωρούντων εἰς τὸν κατʼ ἔτος οἶνον κούφων κομπασίαν ἀφʼ οὗ τόπου μεταφέρεται· ἅπερ λαβόντα τὸν οἶνον συνθήσομεν ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλείψομεν καὶ κινήσομεν καὶ καὶ παραφυλάξομεν ἐφʼ ὅσον ἐκεῖ ἀπόκειται· ἔτι δὲ καὶ κοιμηθήσεται ὁ ἕτερος ἡμῶν Ἱερεὺς ἀδιαλείπτως ἐν τῷ ἐποικίῳ, μισθοῦ τῶν ἔργων πάντων τῆς ἀμπέλου κατʼ ἄρουραν ἀργυρίου δραχμῶν τριακοσίων ἑξήκοντα · τοὺς δὲ συναγομένους μισθοὺς ἀπολημψόμεθα κατʼ ἔτος Ἁθὺρ Χοίακ τιλμοῦ καλάμου δραχμὰς διακοσίας , Τῦβι ξυλοτομίας δραχμὰς τετρακοσίας , Μεχεὶρ καλαμουργίας δραχμὰς τετρακοσίας , Φαμενὼθ δραχμὰς ἑκατὸν ὀγδοήκοντα , Φαρμοῦθι δραχμὰς διακοσίας τεσσεράκοντα , Παχὼν δραχμὰς ἑκατὸν , Παῦνι φυλλολογίας δραχμὰς διακοσίας τεσσεράκοντα , Ἐπεὶφ Μεσορὴ ἐξενίαυτα Θὼθ Φαῶφι κατʼ ἔτος τὰς αἱρούσας κατὰ μῆνα δραχμὰς ἑκατὸν · λημψόμεθα δὲ κατʼ ἔτος τῆς μὲν ξυλοτομίας ὄξους κεράμιον ἓν καὶ τῷ καιρῷ τοῦ θερισμοῦ ὑπὲρ τοῦ μὴ ἀπολειφθῆναι ἡμᾶς τῆς ἐπαρδείας καὶ τῆς φυλλολογίας κατʼ ἔτος πυροῦ ἀρτάβας τρεῖς καὶ τῇ τρύγῃ κατʼ ἔτος οἴνου νέου κεράμια δύο · καὶ …… ἐπιδεχόμεθα καρπωνήσασθαι ἥμισυ μέρος τοῦ καρποῦ τῶν ἐν τῷ κτήματι φοινίκων τοῦ ἑσταμένου φόρου καὶ ἐκτάκτων κατʼ ἔτος· ἔτι δὲ καὶ μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ τὴν αὐτὴν Σενέπτα ἐκ τοῦ Διονυσοφάν[…] κλήρου ἀρούρας δύο ὥστε σπεῖραι πυρῷ ἄρουραν μίαν κριθῇ ἄρουραν μίαν , ἐκφορίου τῆς μὲν ἐν πυρῷ πυροῦ ἀρταβῶν τεσσάρων , τῆς δὲ ἐν κριθῇ κριθῆς ἀρταβῶν πέντε ἀκινδύνων πάντων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον, ἣν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβῃς· βεβαιουμένης δὲ ἡμῖν τῆς ἐπιδοχῆς ἐπάναγκον ποιησόμεθα τῆς ἀμπέλου καὶ καλαμείας τὰ κατὰ καιρὸν ἔργα πάντα ὡς ἐπάνω δεδήλωται καὶ τῶν φοινίκων καὶ φυτῶν τὴν ὀχείαν καὶ ἐπιμέλειαν πᾶσαν, τῶν σῶν ἐπακολουθούντων πᾶσι τοῖς ἔργοις πρὸς τὸ μὴ καταβλάπτεσθαι τὴν ἄμπελον· καὶ ἀποδώσομεν τὰ μὲν τῶν ἐδαφῶν ἐκφόρια τῷ ἐνεστῶτι ἔτει ἐφʼ ἅλῳ τοῦ χωρίου γένη νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένα, τὸν μὲν πυρὸν ἄκριθον ὡς εἰς δημόσιον μετρούμενον, τὴν δὲ κριθὴν καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος μέτρῳ παραλημπτικῷ σοῦ τῆς γεούχου, τῶν σῶν μετρούντων καὶ προσμετρούντων ἑκάστῃ ἀρτάβῃ χοίνικας δύο , τὸν δὲ τῶν φοινίκων φανησόμενον φόρον καὶ τὰ ἔκτακτα ἐξενίαυτα κατʼ ἔτος Θὼθ Φαῶφι ἀνυπερθέτως· καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδώσομεν τὴν ἄμπελον καὶ καλαμείαν μεμελημένην τοῖς ἔργοις, τὴν δὲ ἄμπελον καθαρὰν ἀπὸ θρύου καὶ βοτάνης δείσης πάσης, τῆς πλαστῆς ἐπιπλαστη… καὶ τὰ φυτὰ ζωγονοῦντα καὶ εὐθαλοῦντα· καὶ ἀποτίσομεν οὗ ἐὰν μὴ ἐπιτελέσωμεν ἔργου ἢ τοῦ διʼ ἀμέλειαν ξηρανθέντος φυτοῦ τὸ βλάβος διπλοῦν, τῆς πράξεώς σοι οὔσης παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κυρὶα ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ε Αὐτοκρατόρων Καισάρων Πουβλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουβλίου [… ? lines lost …] [v] μ …

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.