no image
DDbDP-text
Linked by Trismegistos ID
TM 33278.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… ? lines lost …]
[…]ὁμολογοῦμεν μεμισθῶσθαι παρὰ σοῦ τὰς […]…[…]
περὶ Μέμφεως ἀρούρας τεσσεράκοντα πλέον ἔλαττον ἐπὶ χρόνον
ὅσον βούλει ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ἐνάτης
ἰνδικτίωνος ἐπὶ τῷ τὰ περιγιγνόμενα ἐξ αὐτῶν τῶν ἀρουρῶν
τῶν μὲν ὀσπρέων σοὶ τῷ γεούχῳ μέρη δύο καὶ ἡμῖν τοῖς
γεωργοῖς μέρος ἕν , τοῦ δὲ χόρτου σοὶ τῷ γεούχῳ μέρη πέντε
καὶ ἡμῖν μέρος ἕν , καὶ ἐπάναγκες ἐπιτελέσωμεν τὰ πρὸς τὴν
καλλιεργίαν τῶν ἀρουρῶν ἔργα πάντα ἀκαταγνώστως πρὸς τῷ
ἡμᾶς καὶ τὴν δέσιν τοῦ παντὸς χόρτου ποιεῖσθαι τῆς τε κοπῆς τοῦ
χόρτου ἑκάστου κατὰ τὰ μέρη, τῶν δὲ παντοίων τετραπόδων καὶ προχρείας σπερμάτων πρὸς σὲ τὸν γεοῦχον κατακειμένων τῶν σπερμάτων καὶ ἁλωεισμοῦ καὶ δραγματηγίας ἀπὸ κοινῆς …[…]δώσωμεν
δὲ ἐρύφια η πρὸς τὸ γάλα κατὰ κυριακὴν … … ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν † Αὐρήλιοι Ἀμάειος Διωσκόρου
καὶ ὁ τούτου υἱὸς Φιλόξενος ἀμπελουργοὶ οἱ προκείμενοι μεμισθώμεθα
τὰς προγεγραμμένας ἀρούρας ὡς πρόκειται. Αὐρήλιος Παῦλος Φιλίππου ἀπὸ τῆς
Ἀρσινοιτῶνπόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων
di emu ………
[v]
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.