no image
DDbDP-text
Pachtvertrag über Rebenland via HGV-meta
Linked by Trismegistos ID
TM 21044.
Each record below describes this same artifact or text from a different angle.
…
† βασιλείας καὶ ὑπατείας τοῦθειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου
τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Θὼθ τοῦ μηνὸς ἑβδόμῃ τῆς
σὺν θεῷ εὐτυχῶς παρούσης τρίτηςἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
Φλαουίῳ Φιλίππῳ τῷ λαμπροτάτῳ ἐξκέπτορι τῆς κατὰ Θηβαΐδα λαμπρᾶς
δουκικῆς τάξεως υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Θεοδοσίου γεουχοῦντι
κατὰ ταύτην τὴν πόλιν παρʼ ἡμῶν παρόντων ἀμφοτέρων ἀλληλαναδόχων
καὶ ἀλληλομανδατόρων κατὰ τὸ τῶν δύο ῥέων προμιττέντων δίκαιον
Αὐρηλίων Φιβίου υἱοῦ Σιρίου ἐκ μητρὸς Θαήσιος καὶ Ἰερημίου υἱοῦ αὐτοῦ
ἐκ μητρὸς Τεκρομπίας ἀμπελουργῶν ὁρμωμένων μὲν ἀπὸ κώμης
Ἰβιῶνος Σεσεμβώθεως τοῦ Ἑρμουπολίτου νομοῦ, ἐφεστώτων δὲ ἐνταῦθα ἐπὶ
τῆς αὐτῆς Ἀντινοέων πόλεως χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς
ἐγγράφου μισθωτικῆς ὁμολογίας ἐξ ἀλληλεγγύης ἀλληλανάδοχοι
ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν πρὸς πενταετῆ χρόνον
λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας καὶ καρπῶν τῆς σὺν θεῷ
εἰσιούσης τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου κατʼ ἔτος τὸ ὑπάρχον
ὑμῖν καὶ διαφέρον ἀμπελικὸν χωρίον ἔμφυτον ἀρουρῶν τεσσάρων
ἀποκρινόμενον περιτετειχισμένον ὥς ἐστιν καὶ πεφιλοκαλημένον σὺν λάκκῳ
ὁλοκλήρῳ καὶ μονῇ καὶ οἰκίᾳ καὶ ἐπαύλιδι καὶ ἀχυροβολῶνι καὶ ληνοπίθῳ καὶ πωμαρίῳ
καὶ ξυλίνῳ ὀργάνῳ ἐξηρτισμένῳ σὺν φυτοῖς παντοίοις ἐγκάρποις τε καὶ ἀκάρποις
καὶ φοίνιξι καὶ δικαίοις πᾶσι καὶ χρηστηρίοις μετὰ τῆς καθόλου αὐτοῦ περιοχῆς
διακείμενον ἐν τῇ κάτω π…νήσῳ πόλεως Ἀντινόου, ἐφʼ ᾧ ἡμᾶς τοῦτο ἔχειν
ἐπὶ τὴν ἡμῶν ἀμπελουργικήν τε καὶ χερικὴν ἐργασίαν καὶ πᾶσαν αὐτοῦ φιλοκαλίαν
ποιήσασθαι δίχα οἵας δήποτε ἀμελείας καὶ καταφρονήσεως καὶ ἀρδεῦσαι τοῦτο μετὰ τοῦ
γεωργοῦ πωμαρίου ἐκ τῶν ἐκεῖσε γεωργικῶν ζῴων ποτισμοῖς τοῖς δέουσιν ἀδιαλείπτως,
ἐν μὲν χειμῶνιδισσάκις κατὰ μῆνα, ἐν δὲ θέρει τρισσάκις κατὰ μῆνα, καὶ τοῦτο
σκάπτειν καὶ τὸ ἐκεῖσε λαχάνιον καὶ τοῦτο κλαδοτομῆσαι δικαίαις κλαδοτομίαις
καὶ ὑφορθῶσαι τοῖς ὑμετέροις μέντοι καλάμοις καὶ βοτανολογῆσαι καὶ φυλλολογῆσαι
ἁπαξαπλῶς καὶ πᾶσαν τούτου ποιεῖσθαι ἐργασίαν ἀμέμπτως καὶ ἀκαταγνώστως κινδύνῳ
ἡμῶν καὶ πόρῳ τῆς ἡμῶν εὐπορίας. καὶ τοῦ καιροῦ γενομένου κατʼ ἔτος τῶν τρυγῶν τὸ περιγιγνόμενον τοῦ γλεύκους μερισθήσεται εἰς ἡμᾶς κατὰ τὸ ἥμισυ μέρος, εἰς σὲ μὲν τὸν
προειρημένον μέρος ἓν ὑπὲρ τῶν δημοσίων καὶ ἐκφορίων, εἰς ἡμᾶς δὲ μετὰ τοῦ ἐκεῖσε γεωργοῦ
ἄλλο μέρος ὑπὲρ τῶν καμάτων. ἐξεῖναι δέ σοι τῷ γεούχῳ ἐκ τοῦ κοινοῦ γλεύκους πρὸ τοῦ
μερισμοῦ ἀπολαμβάνειν κάδους ὀγδοήκοντα , ὑπὲρ μὲν παιδαρικῶν κάδους πεντήκοντα , ὑπὲρ δὲ
πρωτοληνῶν μεστὰ ἀγγεῖα τριάκοντα . παρέξομεν δὲ ὑμῖν τὰς εἰθισμένας τῆς τρύγης δαπάνας καὶ τὰ
ἀναλώματα κατὰ τὸ ἔθος καὶ οὐ δυνατὸν ἡμῖν ἀποστῆναι τῆς τούτου ἐργασίας πρὸ περαιώσεως τοῦ
χρόνου ὡς ἂν εἰ νόμων βοηθείας ὑπερειδομένοις, καὶ εἰ τοῦτο ποιήσοιμεν, παρέξομεν λόγῳ προστίμου
χρυσίου νομίσματα δώδεκα ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔστω καὶ βεβαία μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες ὡμολογήσαμεν.[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.