no image
DDbDP-text
Contract for Labour in a Vineyard and Lease of a Fruit - Garden via HGV-meta
Linked by Trismegistos ID
TM 21943.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαραπίωνι Ἀγαθείνου μητρὸς Ταποσειριάδος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως[…]
παρὰ Αὐρηλίων Κτιστοῦ Ῥούφου μητρὸς Διονυσίας καὶ τοῦ υἱοῦ Πτολεμαίου μητρὸς Ταύριος ἀμφοτέρων
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ Πελωΐου Ἡρακλήου μητρὸς Ταπονθεῦτος
ἀπὸ κώμης Τανάεως ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι ἐφʼ ἑνιαυτὸν ἕνα ἔτι ἀπὸ α Ἁθὺρ τοῦ
ἐνεστῶτος ἕκτου ἔτους τὰ ἀμπελουργικὰ ἔργα πάντα τοῦ ὑπάρχοντός σοι περὶ κώμην Τανάειν
ἀμπελικοῦ κτήματος καὶ τῆς προσούσης καλαμείας ὅσου ἕκαστόν ἐστιν ἀρουρηδοῦ, ἡμεῖς μὲν οἱ περὶ τὸν Αὐρήλιον Κτιστὸν κατὰ τὸ ἥμισυ, ἐγὼ δὲ ὁ Πελώϊος κατὰ τὸ λοιπὸν ἥμισυ, ἅπερ ἔργα ἐστὶν
τῆς ἀμπέλου τιλμὸς καλάμου, συλλογὴ καὶ μεταφορὰ τούτου, ξυλοτομία δικαία, ἀνκαλισμὸς καὶ δέσις,
ἀγκαλῶνκαὶ προσφορὰ φύλλων καὶ ἐκβολὴ ἐκτὸς πλαστῶν, ἀπωρυγισμὸς ὅσων δεῖ ἀπωρύγων, σκαφητὸς, γύρωσις καὶ παραγραφή, τῆς δὲ καλαμουργίας οὔσης πρὸς σὲ τὸν γεοῦχον, τῆς δὲ ταύτης ὑπουργίας
οὔσης πρὸς ἡμᾶς, τῶν δὲ λοιπῶν ἔργων μετὰ τὰ προκείμενα ὄντων πρὸς ἡμᾶς, ἅπερ ἐστὶν σκαλμός, βλαστολογία, Φαρμουθιακὴ ἐργασία, διάστασις, ἀνάλημψις, φυλλολογίαι αἱ ἐνχρῄζουσαι, τῶν δὲ
καλαμίων διτομὴ καλαμίου ἑκατέρου, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, ἔτι δὲ καὶ στῆναι ἡμᾶς
παρὰ σοὶ ἐν τῷ κτήματι καὶ ἐν τῇ καλαμείᾳ πρὸ τῶν ὄνων χωφορούντων πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλεσθαι, καὶ ποιησόμεθα τὴν τῶν χωρούντων εἰς τὸν οἶνον κούφων κομπασίαν, καὶ ταῦτα λαβόντα τὸν
οἶνον συνθήσομεν ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλείψομεν καὶ κινήσομεν καὶ μεταδιεράσομεν καὶ παραφυλάξομεν ἐς ὅσον ἐν ἡλιαστηρίῳ ἀπόκειται, μισθοῦ τῶν προκειμένων ἔργων πάντων ἀργυρίου δραχμῶν τετρακισχιλίων πεντακοσίων καὶ πυροῦ ἀρταβῶν δέκα καὶ οἴνου παρὰ ληνὸν κεραμίων
τεσσάρων , οὕσπερ μισθοὺς ἀπολημψόμεθα κατὰ μέρος κατὰ προκοπὴν τῶν ἔργων. καὶ ὡσαύτως ἐπιδεχόμεθα μισθώσασθαι ἐφʼ ἑνιαυτὸν ἕνα καρποὺς τῶν ὄντων ἐν τῇ παλαιᾷ ἀμπέλῳ φοινίκων καὶ ἀκροδρύων πάντων, ὑπὲρ ὧν τελέσομεν ἐκφόρια ἔκτακτα φοίνικος χλωροῦ ἀρτάβην μίαν ἥμισυ , πατητοῦ
ἀρτάβην μίαν ἥμισυ , καρυωτοῦ ἀρτάβην μίαν ἥμισυ , ἐλαιῶν μελαινῶν ἀρτάβης ἥμισυ , περσικῶν
ἐκλεκτῶν πεντακοσίων , κιτρίων δεκαπέντε , σύκων θερινῶν μέχρι ἀναβάσεως τετρακοσίων ,
χειμερινῶν πεντακοσίων , σικύδια λευκοπίονα μεγάλα τέσσαρα . ἔτι δὲ καὶ τὸ προσὸν πωμάριον ἐκ νότου τοῦ χωρίου ὁμοίωςἐπὶ τοῖς ἐπάνω μισθοῖς ἀρώσομεν καὶ ποιήσομεν τὴν ἐπάρδευσιν, βοτανολογίαν καὶ τὰ ἄλλα τὰ κατὰ καιρὸν ἔργα πάντα, τῆς τούτου καλαμουργίας μόνης καὶ τῆς στρώσεως
τοῦ χοῦ ὄντων πρὸς σὲ τὸν γεοῦχον, ἀκινδύνων παντὸς κινδύνου. βεβαιουμένης δὲ ἡμῖν ἐπιδοχῆς ποιήσομεν τὰ τῆς ἀμπέλου καὶ πωμαρίου καὶ καλαμείας κατὰ καιρὸν ἔργα πάντα εὐκαίρως καὶ εὐαρέστως, τῶν σῶν ἐπακολουθούντων ἅπασι, καὶ ἀποδώσομεν τὰ ἔκτακτα τῷ δέοντι καιρῷ
ἀνυπερθέτως, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰ μισθούμενα σύμφυτα, ἐπιμεμελημένα τοῖς ἔργοις καὶ ἀπὸ θρύων καὶ βοτάνης καὶ ἀγρώστεως πάσης, γεινομένης σοὶ τῆς πράξεως
παρὰ ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν, ὡς καθήκει. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτουςἕκτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου
Γοθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοίακ κε. Αὐρήλιοι Κτιστὸς καὶ ὁ υἱὸς
Πτολεμαῖος καὶ Πελώϊος ἐπεδεξάμεθα εἰς μίσθωσιν τὰ
ἀμπελουργικὰ ἔργα πάντα ἐπὶ τοῖς ἐπάνω μισθοῖς, καὶ ἀποδώσομεν τὰ ἔκτακτα ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Τιβέριος Κλαύδιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν
μὴ εἰδότωνγράμματα.
[v]
ἐπιδοχὴ Αὐρηλίου Κτιστοῦ ἀλλαγεῖσα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.