p.oxy.48.3400
[r] κυρίῳ μου γεούχῳ Παπνοῦτις χαίρειν. καθὼς ἐκέλευσάς μοι ἀπαντῆσαι εἰς Βερκὺ ἵνα παραλάβω τὸν σῖτον αὐτῶν, εὑρὼν δὲ τὸν σῖτον αὐτῶν ἐκ κριθῶν οὐκ ἐδυνήθην ὑποδέξαι ἄχρις λάβω παρὰ σοῦ ὅρον περὶ τούτου. τὰ δὲ ὀνόματα ἅπερ δέδωκεν ἡμῖν ὁ γραμματεὺς τῆς πόλεως εὑρέθη διαφέροντα τ…