no image
DDbDP-text
Letter from Papnuthis to his Landlord via HGV-meta
Linked by Trismegistos ID
TM 22492.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου γεούχῳ Παπνοῦτις
χαίρειν.
καθὼς ἐκέλευσάς μοι ἀπαντῆσαι εἰς Βερκὺ ἵνα
παραλάβω τὸν σῖτον αὐτῶν, εὑρὼν δὲ τὸν σῖτον
αὐτῶν ἐκ κριθῶν οὐκ ἐδυνήθην ὑποδέξαι ἄχρις
λάβω παρὰ σοῦ ὅρον περὶ τούτου. τὰ δὲ ὀνόματα
ἅπερ δέδωκεν ἡμῖν ὁ γραμματεὺς τῆς πόλεως
εὑρέθη διαφέροντα τῷ Ψινοὺρ καὶ Πραοῦ.
οὐκ ἠθέλησεν ὁ Ψινοὺρ ἀπαιτῆσαι μεθʼ ἡμῶν
τὰ ὀνόματα διαφέροντα τῷ Πραοῦ, λέγων ὅτι
οὐκ ἔχω πρᾶγμα, οὐδὲ καὶ ὁ Πραοῦς οὐκ ἦλθεν ἀπαιτῆσαι αὐτοὺς μεθʼ ἡμῶν, λέγων
ὅτι οὐ σχολάζω. καὶ περὶ τοῦ μέτρου αὐτῶν
μαλαμ…εις καθὼς ὑποβάλλουσιν αὐτοὶ ὅτι ἴσον
ἐστὶν τοῦ καγκέλλου τοῦ δημοσίου. μάθε δὲ ὅτι ὁ πραιπόσιτος αὐτῶν τη…[…]…[…]νεκεν ἐρχόμενος στρατιώτας της…[…]… καὶ ἀπαιτεῖ αὐτοὺς
ὡς βούλεται. λοιπὸν, γράψον μοι εἰ θέλεις με ὑποδέξαι περὶ τοῦ σίτου καὶ τοῦ μέτρου. τινὲς αὐτῶν
λέγουσιν ὅτι δεῦ μέτρησον, ἐὰν δὲ εὕρομεν
ἀπʼ αὐτῶν ἀγνώμονας, λαμβάνομεν καὶ ἡμεῖς
στρατιώτας καὶ βακλεύομεν αὐτοὺς. εἰ μὲν θέλεις,
ὡς καὶ ὁ ἕτερος πραιπόσιτος ὑποδέχει, καὶ ἡμεῖς ὑποδέξομεν. ἀντίγραψόν μοι ἐν τάχει ὡς βούλῃ.
ποίησον δὲ τὸν δεσπότην μου γεοῦχον Εὐλόγιον
γράψαι τῷ Ψινοὺρ ἀπειλὰς πολλάς. εἰ μὲν δύνασαι ἀπαντῆσαι ἐνταῦθα ἔσται πρᾶγμα ὑποθη[…]ν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου γεοῦχε.
[v]
ὁ βοηθὸς Ἀπολλωνίου ἀρχὴν ἔβαλε …ε…λ…του μέτρου ὡς ἐμέτρησεν Εὐλόγιος πραιπόσιτος τῆς ἡμῶν παλι… μερίδος καὶ εἰ θέλεις με
ὑποδέξαι τῷ αὐτῷ μέτρῳ ἵνα παραδῶ τῷ βοηθῷ Ἀπολλωνίου καθὼς κελεύει
ἀντίγραψόν μοι· οὕτως γὰρ καὶ ὁ βοηθὸς Ἀπολλωνίου συνέθετο μετʼ αὐτοῦ καὶ χεῖρα
αὐτῷ ἐπιδέδωκεν ἐπὶ τούτοις τοῖς ὅροις. ὁ γραμματεὺς δὲ τῆς κώμης Βερκὺ διέστειλέν
μοι τὰ ὀνόματα καθὼς πρὸ τοῦ τελοῦντες.
ἀπόδος τῷ δεσπότῃ μου γεούχῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.