p.oxy.12.1488
[r] Σαραπάμμων Θαήσει τῇ ἀδελφῇ χαίρειν. διεπεμψάμην σοι οἴνου κεράμιον διὰ Πατᾶ τινος ναυτικοῦ, ὅπερ εἰ ἐκομίσω δήλωσόν μοι. εἰ γὰρ οὐκ ἠνέχθη σοι, γενοῦ εἰς τὸ γναφεῖον Ἡρακλείου καὶ μάθε εἰ παρετέθη αὐτοῖς καὶ δέξαι αὐτό. γενοῦ δὲ καὶ εἰς τὸ ἐργαστήριον καὶ μάθε εἰ ἐν ἀσφαλεῖ …