no image
DDbDP-text
Letter of Sarapammon to his Sister via HGV-meta
Linked by Trismegistos ID
TM 28998.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σαραπάμμων Θαήσει τῇ ἀδελφῇ χαίρειν.
διεπεμψάμην σοι
οἴνου κεράμιον διὰ
Πατᾶ τινος ναυτικοῦ, ὅπερ εἰ ἐκομίσω δήλωσόν μοι.
εἰ γὰρ οὐκ ἠνέχθη
σοι, γενοῦ εἰς τὸ γναφεῖον Ἡρακλείου καὶ
μάθε εἰ παρετέθη αὐτοῖς καὶ δέξαι
αὐτό. γενοῦ δὲ καὶ εἰς
τὸ ἐργαστήριον
καὶ μάθε εἰ ἐν ἀσφαλεῖ ἐστι καὶ εἰ ἔρρωται ἡ ἐν τῷ αἰθρίῳ
κειμένη μεγάλη
θυΐα, καὶ πῶς ἔχεις
γράψον μοι. ἔμελλον γὰρ ἀνελθεῖν, καὶ
ὑπερεθέμην ἔστʼ ἂν
μάθω πότερον ἐράϊσας ἢ οὐ, καὶ εἰ χρεία
ἐστὶ τοῦ με ἀνελθεῖν.
ἐρρῶσθαί σε εὔχομαι.
Χοίακ κδ.
[v]
εἰς τὸ Ἰσεῖον ὥστε Θαήσει παρὰ Σαραπάμμωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.