no image
DDbDP-text
Linked by Trismegistos ID
TM 369043.
Each record below describes this same artifact or text from a different angle.
Ἀραβίων
Σαραπιάδι τῇ ἀδελφῇ
χαίρειν.
γινώσκείν σε θέλω ὅτι […]
κατέβη· εὐχαριστῶ δὲ τοῖς θεοῖς
ὅτι καὶ ὧδε αὐτῆς οὔσης οἱ φίλοι
μου ἤθελον σε ἐλθεῖν καὶ πάλι ἄρτι. ἐάν θέλῃς ἐλθεῖν, γράψον μοι
καὶ πέμψω σοι τριάκοντα στατῆρας.
ὄνος ἔνι ἐνθάδε, ἐμοῦ διδόντος
τὸ φόρετρον καὶ ἐρχομένης καὶ ὑπαγαγούσης· τὸ περὶ τῆς κουιντανᾶς ἐμοὶ μελήσει. κόμισαι
παρὰ Φήλικος δέσμας β κράμβης·
ἐδίδου δὲ αὐτῷ ἐν τῷ κιθων[…]
μάτιον φοίνικος καὶ ἡμιμάτιον
πτωμάτων καὶ ἡμιμάτιον
ἐρεβινθίων καὶ οὐκ ἠθέλησε
βαστάξαι ὅτι καὶ ἄρτους εἶχεν ἀρεῖν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.