p.oxy.59.4004
κυρίῳ μου ἀληθῶς τιμιωτάτῳ ἀδελφῷ Κανώπῳ, Θεόδωρος. πάνυ ἐλυπήθημεν ἀκούσαντές τι παθεῖν Μακαρίαν τὴν σὴν ἐλευθέραν, καὶ οὐκ ἀλόγως τοσοῦτον ὁ υἱός σου Γρατιανὸς ἐπόθησεν αὐτήν, καὶ ἔτι δὲ οἱ ἄλλοι αὐτῆς υἱοί. πλὴν τί δυνάμεθα ποιῆσαι πρὸς τὸ ἀνθρώπινον; καταξίωσον οὖν σαυτὸν παρ…