bgu.2.436dupl
Μεσσίῳ Αὔδακι ἑκατοντάρχῃ παρὰ Στοτοήτιος τοῦ Ἀπύγχεως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Στοτοῆτις ὁ καὶ Φανῆσις Στοτοήτιος καὶ οἱ ἀδελφοὶ Ἁρπαγάθης καὶ Ὧρος ὀφείλοντές μοι κατʼ οὐδὲν ἐπιστρέφονται ἀποδοῦναί μοι διαπλανῶντες καὶ ὑπερτιθέμενοι, ἀλλʼ ἔτι καὶ ἐπήλθοσάν μοι καὶ ὕβρι…